1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

74

φύλακα τῶν ἀνακτόρων δια5.4.3 χρήσασθαι. ὁ δὲ τύραννος σὺν τοῖς ῾Ρωμαίων τάγμασιν ἐπιόντα Χοσρόην μεμαθηκώς, συναθροίσας τὸ μάχιμον ἐξεδίδου πρὸς πόλεμον. ὁ μὲν οὖν Μεβόδης δέει τῷ τοῦ βασιλέως προστάγματος πρὸς τὸ ἔργον ἐχώρει. θέρους δὲ ἀρχομένου καὶ τῆς πόας παχυνομένης ἀκμῇ, τὸ ∆αρὰς καταλελοιπὼς ἅμα 5.4.4 τῷ συμμαχικῷ ὁ Χοσρόης ἐς τὸ πρόσω ἐχώρει. ἐπεὶ δὲ πρὸς τῷ ᾿Αμμοδίως ἐγένοντο τέτρασι καὶ δέκα διεστηκότι ∆αράς, ∆ομετιανὸς ἅμα τοῖς ἡγεμόσι τὸ ῾Ρωμαϊκὸν συναθροίσας καὶ πρός τι βουνίον ἀνείς, τοῖσδε τοῖς λόγοις τὰς δυνάμεις κατήχει. 5.4.5 "῾Ο μὲν καιρὸς ὑμῖν μεγαλουργῶν ἀφορμήν, ἄνδρες, τεκταίνεται, ὁ δὲ τρόπος δικαίαν ὑπόθεσιν. ὁ δὲ τόπος τὸ φιλοκίνδυνον ἐκζητεῖ· ἡ αἰτία τὴν εὐσέβειαν ἐπαγγέλλεται καὶ λύμην φιλοτύραννον ἀπαναίνεται. γίνεσθε γοῦν ἀξιόμαχοι σύμμαχοι· ἐς πολεμίαν γὰρ γῆν ἀναστρέφεσθε, ἐν ᾗ τὸ νικᾶν ὑπερένδοξον καὶ τὸ τῆς δευτέρας τύχης βαρὺ καὶ 5.4.6 λεγόμενον. τοίνυν ἡ παράταξις εὐδοξίας ἔχει τὴν πρόφασιν μεγάλης καὶ ἐπιφανοῦς ἀπάρχεσθαι πράξεως. ἅπαντα γὰρ τὰ τῆς οἰκουμένης ἔθνη τὴν ὑμετέραν ἱστορίαν ταῖς διανοίαις ἐγγράφεται. ἐξάκουστον πέφυκε τὸ ἐγχείρημα, ὁ πόλεμος ἀξιόλογος, οἱ ἀγῶνες ἀθάνατοι· τὰ τρόπαια τάφοις οὐ παρα5.4.7 πέμπονται λήθης. οὐκοῦν πάντα παθεῖν λυσιτελὲς ἀγωνίσασθαι, ἢ προέσθαι μετὰ τῆς εὐκλείας τὰ σώματα. τοῦτο πέρας τῶν πόνων ἀριστεύοντες ἕξετε, αὕτη τῆς εἰρήνης ἡ πρόοδος. μὴ στερηθῆτε τοῦ βάλλεσθαι, ἵνα μὴ ζημιωθῆτε τοῦ σώζεσθαι. ἐνστερνίσασθε τὰς βολάς, ἵνα καὶ τοὺς θριάμβους ἐναγκαλί5.4.8 σησθε. μηδεὶς προσδέξηται νώτειον μώλωπα· οὐκ οἶδε τὰ μετάφρενα νίκην θεάσασθαι. ἑνοῦσθε ταῖς ψυχαῖς ἢ τοῖς σώμασι συμπλεκόμενοι, κοινωνοὶ τῶν πόνων ἀλλ' οὐ τῆς δειλίας γινόμενοι. ἀποκήρυκτος ἔστω ὁ μὴ τὰ πρεσβεῖα τῶν κινδύνων ἀράμενος. τῆς νίκης θανατῶντες ὀρέγεσθε. τραύμασι καὶ βολαῖς ἐξωνοῦνται τὰ τρόπαια. οὐδὲν ἐπίδοξον ἡ 5.4. ῥαθυμία πορίζεται. οὐκ ἔστιν οὐδὲν ἐνυαλίου θανάτου γλυκύτερον. εἰ γὰρ γηράσκειν ἀσύμφορον καὶ νόσων μαρασμοῖς καταβάλλεσθαι, πάντως που μετὰ τῆς ἥβης τεθνάναι παραταττόμενον, ἐπιτάφιον δόξαν καρπούμενον, ὑμῖν τοῖς ἀριστεῦσι καταλληλότερον. οὐ γὰρ ἀπαθανατίζειν οἶδεν ἡ φύσις 5.4.10 τοὺς ἀποδράσαντας. ἀναμορμολυττέτω τὸ τῆς ψυχῆς γυμνοῦσθαι τὰ σώματα. οὐχ εὗρεν ὁ βίος τόπον ἀνώλεθρον. οὐδὲν τῶν τῇδε τῆς ἀνίας ἀλλότριον. ἅπαντα τῇ λύπῃ συμμέμικται. ἀνάγκη τις πολυτύραννος τὸν βίον οἰκονομεῖ τὸν ἀνθρώπινον 5.4.11 μὴ θαυμάσῃς προθεσμίαν μικρὰν ὅρον ζωῆς ἐκλιπαίνουσαν, καὶ μεγάλην ἀπ' αὐτῆς παρεχομένην ὑπόθεσιν, ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζουσαν, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς πλανω5.4.12 μένους. ἀνδρεῖοι γίνεσθε τὰς ψυχὰς τὴν μεταβολὴν τῶν πραγμάτων ἀγάμενοι. ἥκει γὰρ παρ' ἡμῖν βασιλεὺς Βαβυλώνιος μετὰ τῆς Περσικῆς τύχης δουλαγωγούμενος, καὶ μονονουχὶ μετὰ τοῦ σώματος ἡμῖν καὶ τὸ κράτος ἀπέδοτο, εὐσέ5.4.13 βειαν θρησκείας τὰ κορυφαῖα τῶν ἐλπίδων τιθέμενος. οὐκ ἀσμενίζουσι Πέρσαι τὸ τύραννον. ἀπίστων ἐπιβαίνει βωμῶν ὁ Βαράμ· οὐ γὰρ βασίλειον ἐπιφέρεται γένος. νόμοις τοιγαροῦν ὕβρεως τὴν κρηπῖδα τοῦ κράτους περιβαλόμενος καταστασιασθήσεται θᾶττον· οὐδὲ γὰρ οἶδε τὸ βίαιον ἀφιλόνεικον ἔχειν 5.4.14 τὴν ὕπαρξιν. ταῦτα τοῖς τῆς καρδίας ταμιείοις ἐναποτίθεσθε γραφαῖς ἀτυπώτοις ἀπογραψάμενοι, καὶ μὴ διαχείσθω τοῦ λόγου τὸ καίριον εἰς ἀέρα διαλυόμενον, ἵνα μὴ τὴν αἰσχύνην 5.4.15 τῆς ἀποτεύξεως λυπηροτέραν κληρώσησθε. ἔστω δὲ προπομπὸς ὑμῖν τῆς ἐκτάξεως ἀρχιστράτηγος κυρίου δυνάμεως, ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ πρὸ τῶν αἰώνων θεός, τὰς ἀποπερατώσεις αἰσιωτέρας τῶν ἐλπίδων ὑμῖν παρεχόμενος." 5.5.1 ῾Οπηνίκα οὖν ταῦτα τοῖς ὠσὶ τῶν δυνάμεων ἐνεβάλλετο, θείας ἐπιπνοίας τινὸς τὸ ῾Ρωμαϊκὸν ἐπεπλήρωτο ἄθροισμα, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι ἐπ' αὐτήν που λοιπὸν τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώφρονι μανίᾳ