1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

14

καρτερῶς ἐπιτίθεται καὶ θάνατον πολὺν τοῖς βαρβάροις ἀπεσχεδίασεν. 1.7.4 διά τοι τοῦτο καὶ στρατηγὸς ὑπὸ τοῦ αὐτοκράτορος αὖθις χειροτονηθεὶς ἀποστέλλεται καὶ ῾Ρωμαϊκαῖς ἀξίαις λαμπρύνεται τήν τε τοῦ πραισέντου τὴν παρὰ ῾Ρωμαίοις λεγομένην 1.7.5 ἔνοπλον ἡγεμονίας τιμὴν ἀποφέρεται. εἶτα περιόντι τῷ θέρει τὰς ῾Ρωμαϊκὰς συναθροίσας δυνάμεις ἐπὶ τὴν ᾿Αδρια-νούπολιν φοιτᾷ καὶ συντυγχάνει ᾿Αρδαγάστῳ ἐπισυρομένῳ πλήθη Σκλαυηνῶν πολλὰ ἄγρας τε αἰχμαλώτων ἀξιολογωτάτας καὶ λείας λαμπράς· διανυκτερεύσας τε ὄρθριος ἧκε πλησίον ᾿Ανσίνου τοῦ φρουρίου καὶ γεννικῶς τοῖς βαρβάροις 1.7.6 συμπλέκεται. τὸ δὲ πολέμιον πρύμναν τε ἐκρούσατο καὶ ἐς φυγὴν ἐξωθεῖτο καὶ τῆς ᾿Αστικῆς αὐτῆς ἀπελαύνεται, λευκήν τε τοῖς αἰχμαλώτοις ἡμέραν ἀνέσχε τὸ ῾Ρωμαϊκὸν ἀνδραγάθημα. ὁ δὲ στρατηγὸς ἐπαιώνισεν ἐπινίκιον καὶ τρόπαιον ἐνιδρύσατο. 1.8.1 Μετοπώρου δ' ἀρχομένου πάλιν οἱ βάρβαροι τὰς συνθήκας διέχεον τήν τε ὁμαιχμίαν εἰς τὸ φανερὸν ἀνδραποδί1.8.2 ζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ' ἀναίνομαι. Σκύθης ἀνὴρ Βοοκολαβρᾶ τὴν ἐπωνυμίαν περιαγόμενος (εἰ δέ τι καὶ τῆς προσηγορίας τὸ σαφέστατον ὑπογλίχῃ μαθεῖν, παραυτίκα 1.8.3 πρὸς τὴν ῾Ελλάδα φωνὴν μετοχετεύσω τὸ ὄνομα. μάγον, ταὐτὸν δὲ φάναι ἱερέα, τὴν τῶν Σκυθῶν ἐπὶ τὴν εὐγενίδα μεταμορφοῦντες φωνὴν τῆς ἑρμηνείας τευξόμεθα), οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα. παρευνά1.8.4 ζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτοπήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων Γηπαίδων ἄνδρας 1.8.5 ἑπτὰ τὴν φυγὴν ἐπὶ τὸ ἀρχέγονον ἐπεποίητο φῦλον. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῇ ἕῳ, Περσῶν πλησιόχωροι, οὓς 1.8.6 καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν ῎Ιστρον, ἐπὶ τὴν Λιβιδινῶν πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν ῾Ρωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ ῎Ιστρου τό τε γένος ἐδήλου καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν 1.8.7 ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ ῾Ρωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργιτίου τοῦ βασιλικοῦ ἐπιβαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦτον παρὰ ῾Ρωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ 1.8.8 ἀν' ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν ᾿Αβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους 1.8. ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτιος ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπειλεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι. 1.8.10 οἱ δ' ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν καὶ Μυσῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν τε ῾Ρατηρίαν καὶ Βονώνειαν καὶ ῎Ακυς καὶ ∆ορόστολον καὶ Ζαλδαπὰ καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον. 1.8.11 πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσατο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγωνίστῳ κακῷ τῇ ῥαθυμίᾳ κατέχεται. βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν ἀνίστησι καὶ τῆς πάσης ἡγεμονίας κηδεμόνα τουτονὶ προεστήσατο. 1..1 ᾿Αλλ' ἐπεὶ περί γε τῶν Οὔννων τῶν πρὸς τῷ ῎Ιστρῳ βιούντων τὰ προαύλιά μοι τῆς ἱστορίας γεγένηται, ἄγε δή, ἄγε καὶ τὰς Περσικὰς πράξεις τῇ τῆς διηγήσεως ἀνατινάξωμεν φόρμιγγι. παλιννοστήσω γὰρ ἐπὶ τὴν Μαυρικίου τοῦ αὐτοκράτορος ἀναγόρευσιν τὸν Μηδικὸν νῦν ἀναγραψόμενος