1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

66

γε ἐν τῷ παρόντι καιρῷ; νῦν ἢ τοῖς πράγμασι τὴν προσηγορίαν κυρώσητε, ἢ τοῖς ἀδικήμασι τῆς κλήσεως τὴν ψευδω4.13.15 νυμίαν κληρώσησθε. τί δὲ δείξεις τούτου βασιλικώτερον παρὰ πάντα τὸν τῆς σῆς ἡγεμονίας καιρόν; ποία δέ τις ἄλλη ῾Ρωμαίοις μεγαλαυχημάτων ἀφορμὴ κατασταίη; τί δέ σοι, βασιλεῦ, τῆς σῆς ἐπιεικείας ἐνέχυρον ἔσται τοῖς ἔθνεσι 4.13.16 τούτου σεμνότερον; νῦν ἀρύσῃ διὰ μικρᾶς συμμαχίας τὴν εἰρήνην ἀθάνατον, καὶ ἃ τοῖς μυρίοις ἀγῶσι τῷ τε τῶν φροντίδων ἀπείρῳ καὶ τῷ ἐκχύτῳ τῆς τῶν χρημάτων καταβολῆς ῾Ρωμαίοις οὐδαμῇ που κατείργασται, νῦν διὰ ψυχῆς ἀρετήν, ὑπὸ μὲν τοῦ καιροῦ ζητουμένην, οἰκονομουμένην δὲ βασιλικῶς, ἀπραγματεύτως ἀποίσῃ καὶ καρπώσῃ τὴν ἄλυπον ἠρεμίαν πόνων ἐκτός· οὗ τί ἂν γένοιτο ῾Ρωμαίοις λυσιτελέ4.13.17 στερον; μηδέν τι τῆς ῾Ορμίσδου κακίας τὴν σὴν κατοικείτω καρδίαν. ἔμαθεν, ἐξ ὧν πέπονθεν, μὴ τὴν εἰρήνην βδελύττεσθαι. οὐκ ἔστι Χοσρόης τῶν πατρῴων ἀδικημάτων διάδοχος· οὐ κληρονομοῦσι μετὰ τῆς οὐσίας οἱ παῖδες καὶ τῆς πατρῴας 4.13.18 πάντως που προαιρέσεως. ἐκεῖνος δυσμενής, οὗτος νῦν εὐμενής, οὐσιωμένην αὐτῷ τὴν σὴν εὐεργεσίαν περιαγόμενος, ἧς ἀμνημονεῖν αἰσχυνθήσεται πολλοὺς τῆς εὐσεβείας κεκτη4.13.1 μένος τοὺς μάρτυρας. μὴ κρατείτωσαν τύραννοι, ἵνα μὴ μεθέξῃς τοῦ παραδείγματος. ἢ οὐχὶ τὸ κακὸν τοῖς πολλοῖς ἐστι περίζηλον, καὶ πρὸς τὰς τῶν χειρόνων ἐφέσεις ἡ τῶν ἀνθρώπων καθέστηκε φύσις δυσανάγωγον πρὸς τὸ κρεῖττον 4.13. τὴν ὁρμὴν κεκτημένη; ἀκηκόαμεν καὶ τὸν τύραννον πρέσβεις ὡς ὑμᾶς διαπέμψασθαι, ἕξειν κοινωνὸν ἀξιῶντα τὸν οὐδὲν ἠδικηκότα τοῦ πλημμελήματος νεωτερίσαι τε δεσπότην μετὰ δραπέτου μονονουχὶ σοφιζόμενον. οὗ τί ἂν γένοιτο ῾Ρω4.13.21 μαίοις ἀδοξότερόν τε καὶ ἀπευκτότερον; ποίαν δέ σοι πίστεως κρηπῖδα ὑποστηρίσει ταῖς ὑποσχέσεσιν ὁ μεγίστης ἀγνωμοσύνης ἔχων ὑπόθεσιν καὶ κατὰ τῶν εὐεργετησάντων συστησάμενος φάλαγγα, ὁ πᾶσαν ἰδέαν κακίας περιβαλόμενος, ἵνα δεσπότην μηδὲν ἠδικηκότα βασιλείας καθέλῃ; οὐ πέφυκε 4.13.22 κακίας ὑπόθεσις φιλίας διασώζειν ὑπόσχεσιν. ἀφιλόσοφος ἔναρξις καὶ τὸ πέρας ἕξει πάντως ἀσύμφορον· τοῖς σπέρμασι γὰρ ἡ βλάστησις οὐκ ἐναντίαν ἔχει τὴν πρόοδον. δώροις ἀγκιστρεύειν τὸ μὴ δίκαιον ἴσως ὁ Βαρὰμ ἐγχειρήσειεν· ἀλλὰ κακῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἤκουσά του λέγοντος 4.13.23 τῶν παρ' ὑμῖν ἐπὶ κομψείᾳ σοφῶν. οὐκ οἶδε παροινίας μισθὸς καρπίζεσθαι τὴν ἀπόλαυσιν, οὐκ οἶδε κέρδος ἀδικίας φυόμενον αὔλαξιν ἀμεταμέλητον ἔχειν γεώργημα. πρὶν γὰρ ἡδῦναι, λυπεῖ, καὶ πρὶν περιθέλξαι, πρὸς ἀνίαν ἐκκλίνει· ἐξεχώρησε γὰρ τῶν ἐραστῶν προσαφαιρούμενον καὶ ἃ μὴ 4.13.24 κακῶς τις ἐκτήσατο. ἡμεῖς δὲ τὴν Μαρτύρων πόλιν ἀνταποδίδομεν, τό τε ∆αρὰς προῖκα παρέξομεν, τόν τε πόλεμον ταφῇ καθιδρύσομεν ἀπόμισθοι τὴν εἰρήνην οἰκοδομήσαντες τῇ τε ᾿Αρμενίᾳ χαίρειν εἰπόντες, δι' ἣν ὁ πόλεμος τὴν παρ4.13.25 ρησίαν δυστυχῶς τοῖς ἀνθρώποις ηὐτύχησεν. καὶ εἰ μὴ τῆς ἀνάγκης ἐπάξια τὰ δωρήματα πέφυκεν, ἀλλ' οὖν τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, τὸ μέτρῳ φιλοσοφεῖν τὴν ὑπόσχεσιν, ἢ μεγάλαις ἐπαγγελίαις τὴν ἀκοὴν ἐκλιπάναντας τῷ ἀτελεσιουργήτῳ τοῦ συμπεράσματος ἀθάνατον τὴν διαβολὴν ἐπιφέρεσθαι, μεγάλας κακῶν ἀφορμὰς τῇ τῆς εἰρήνης ἐς ὕστερον 4.13.26 εὐεξίᾳ κακῶς θησαυρίσαντας. ἱκανῶς ὑπὲρ τοῦ συνοίσοντος ῾Ρωμαίοις τε καὶ Πέρσαις ἀπολελόγημαι. εἰ δέ τι τῶν ἐντελεστέρων παρεῖται, σύνες, ὦ βασιλεῦ, τὸ λειπόμενον. πολλὰ γὰρ ἀπὸ τῆς ἀγωνίας τὸν λογισμὸν ἀποδιδράσκειν φιλεῖ· οὐκ οἶδε γὰρ ἀνάγκη μελέτης ἀνέχεσθαι ἢ φροντίδος ἐπιβολαῖς πειθαρχεῖν, ἀεὶ διαπορθμευούσης τὸν νοῦν τῷ ταράχῳ τῆς συγκυρήσεως." 4.14.1 Τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ ῾Ρωμαίους, τῷ δὲ Βαρὰμ 4.14.2 κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς