1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

5

Χοσρόῃ δηλοῦνται. ιαʹ. ῞Ενωσις τῶν ῾Ρωμαϊκῶν δυνάμεων ᾿Αρμενίας τε καὶ ἑῴας.ιβʹ. Μάχη τοῦ Βαρὰμ καὶ ῾Ρωμαίων, καὶ νίκη περιφανεστάτη ῾Ρωμαίων. ιγʹ. Περὶ τοῦ σημείου, οὗ ἐπεφέροντο οἱ Τοῦρκοι ἐπὶ τῶν μετώπων. ιδʹ. Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα. ιεʹ. ᾿Επανάζευξις Χοσρόου εἰς τὰ βασίλεια. ιϛʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ τεμένει Σεργίου τοῦ ἐπιφανεστάτου ἐν μάρτυσιν. ιζʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν περίδοξον μάρτυρα Σέργιον, ὥστε ἐκ τῆς Σιρὲμ παῖδας γενέσθαι αὐτῷ. ιηʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ ναῷ Σεργίου τοῦ μάρτυρος. ιθʹ. ῞Οπως Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι θανάτῳ διώλεσεν. κʹ. Περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου. καʹ. Πρεσβεία Πρόβου, τοῦ Χαλκηδόνος προέδρου, καὶ ὅσα κατὰ τὴν πρεσβείαν ἀπήντησεν. κβʹ. ᾿Εκδημία τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης ᾿Αγχίαλον. κγʹ. Πρεσβεία Ζαλαβζάν.

6.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ϛʹ

6.1 αʹ. Περὶ τοῦ ἐπιθαλαττίου κλύδωνος τοῦ ἐνσκήψαντος Μαυρικίῳ τῷ αὐτοκράτορι. βʹ. Περὶ τοῦ τέρατος τοῦ τεχθέντος ἐν τοῖς Θρᾳκῴοις μέρεσιν. γʹ. Περὶ τῶν Σκλαυηνῶν τῶν ἐκ τῶν μερῶν τοῦ ᾿Ωκεανοῦ ἐληλυθότων. δʹ. Πρεσβεία Φράγγων πρὸς τὸν αὐτοκράτορα. εʹ. Στρατεία ᾿Αβάρων κατὰ ῾Ρωμαίων. ϛʹ. Πολιορκία Σιγγηδόνος τῆς πόλεως. ζʹ. Χειροτονία Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου ὁ αὐτοκράτωρ ἡγεμόνα προεστήσατο τοῦτον. ηʹ. ῞Οπως ὁ Χαγάνος εἰς ∆ριζίπερα γενόμενος τὸν νεὼν ᾿Αλεξάνδρου τοῦ μάρτυρος πυρὶ παραδέδωκεν. θʹ. ῞Οπως εἰς Τζουρουλὸν τὴν πόλιν ῾Ρωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ Χαγάνου πολιορκοῦνται. ιʹ. ῞Οπως δόλῳ φενακίζει τὸν βάρβαρον Μαυρίκιος καὶ τῆς πολιορκίας ἀποσχέσθαι ὑπέπεισεν. ιαʹ. Πρεσβεία ᾿Αβάρων πρὸς ῾Ρωμαίους. ιβʹ. ῞Οσα τῷ ᾿Αρδαγάστῳ ἐκ τῆς ῾Ρωμαίων ἀπήντησε δυνάμεως. ιγʹ. Τὰ κατὰ τὸν Τατίμερ. ιδʹ. ᾿Ανδραγαθία ᾿Αλεξάνδρου, τοῦ ῾Ρωμαίων ταξιάρχου.ιεʹ. ᾿Ανδραγαθία ῾Ρωμαίων, καὶ Σκλαυηνῶν ἀναίρεσις. ιϛʹ. ῎Εφοδος Σκλαυηνῶν κατὰ ῾Ρωμαίων. ιζʹ. ῞Αλωσις τοῦ δεδολοφονηκότος τὸν ὑπασπιστὴν τοῦ αὐτοκράτορος. ιηʹ. ᾿Αφήγησις πρεσβυτέρων διηγημάτων, καὶ ἐν παρεκβάσει τὰ κατὰ Κονιμοῦνδον ἐν Εὐρώπῃ πραχθέντα. ιθʹ. Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεος τῆς βασιλίδος τῶν πόλεων. κʹ. ῞Οπως Πέτρος στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης χειροτονεῖται. καʹ. Περὶ Θεοδώρου τοῦ πρέσβεως καὶ τῆς περὶ αὐτὸν παιδείας δεξιότητος. Ινδεχ

7.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ζʹ

7.1 αʹ. Περὶ τῆς γενομένης ἀταξίας ταῖς ῾Ρωμαίων δυνάμεσιν. βʹ. ᾿Αριστεία ῾Ρωμαίων κατὰ Σκλαυηνῶν. γʹ. Περὶ τῶν ἐν ᾿Ασίμῳ τῇ πόλει συμβεβηκότων. δʹ. Περὶ τοῦ Πιραγάστου, τοῦ φυλάρχου τῆς Σκλαυηνῶν δυνάμεως, καὶ ἀνδραγαθία ῾Ρωμαίων. εʹ. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς ῾Ρωμαίων δυνάμεσιν. ϛʹ. ῞Οπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ τῶν Σκλαυηνῶν, Πρίσκος αὖθις γίνεται στρατηγός. ζʹ. Θάνατος ᾿Ιωάννου τοῦ Νηστευτοῦ, τοῦ τὴν ἀρχιερατικὴν Κωνσταντινουπόλεως περιβαλλομένου ἀξίαν. ηʹ. Περὶ τῶν ἐκδανεισθέντων χρημάτων ᾿Ιωάννῃ τῷ Νηστευτῇ ὑπὸ τοῦ αὐτοκράτορος. θʹ. Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχηδόνος τῆς πόλεως. ιʹ. Περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. ιαʹ. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρκοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας. ιβʹ. Πόθεν τὸ τῶν ᾿Αβάρων φῦλον κατάγεται· καὶ περὶ τῆς ἀποφοιτήσεως αὐτῶν τῆς ἐκ τῆς ἕω. ιγʹ. Περὶ τοῦ Χρυσοῦ λεγομένου