1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

76

μεγάλαις καὶ τάφροις κατακερματιζομένη πως ἀφανίζεται· τοῦτό τοι καὶ πάμφορον αὐτὴν ἐκείνην τὴν γῆν ἀπεργάζεται. ὁ δὲ ἕτερος ἀπορρὼξ εἰς τὴν Βαβυλωνίαν προχέεται, καὶ τὰ 5.6.6 τῆς ᾿Ασσυρίας ἕλη περιλιμνάζει διασπειρόμενος. ἡ δὲ τρίτη διαρρεῖ τῆς Σελευκείας ἐχόμενα καὶ εἰς τὸν Τίγριν εἰσβάλλει καὶ δίδωσι τῷ πολίσματι δυσμαχωτάτην ἀσφάλειαν, ταῖς λαγόσι τῶν ὑδάτων ὥσπερ στεφάνῃ ἕρκους τινὸς τὸ ἄστυ κατοχυ5.6.7 ρώσασα. ἡμέρα δὲ δευτέρα, καὶ ὁ Μεβόδης ἄφρακτον ἀκηκοὼς τὴν Σελεύκειαν προσβάλλει ταύτῃ νυκτός, προστάξας τοῖς ῾Ρωμαίοις τῇ πατρίῳ φωνῇ ἀλαλάζειν τε καὶ διαλέγεσθαι παίειν τε τῷ ξίφει εἰκῇ καὶ ὡς ἔτυχε τὸν ἐντυγχάνοντα. 5.6.8 οἱ μὲν οὖν περὶ τὴν Σελεύκειαν καταπεπτωκότες τῷ φόβῳ ἀνανταγωνίστῳ εὐνοίᾳ τῷ Μεβόδῃ τὴν πόλιν παρέδοσαν. ἐντεῦθεν θορύβου ἐξαισίου ἐπιδημήσαντος, ὡς καὶ τῇ Κτησιφῶντι μεταδοῦναι τῆς καταπλήξεως, λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσι βαρβάροις ὡς Σελεύκεια ἥλω ὑπὸ 5.6. πληθύος ῾Ρωμαϊκῆς. πάντων τοίνυν ὑπὸ δέους εἰς ἓν ἐκκλησιασθέντων, ἐδογματίζετο αὐτοβοεὶ παραδώσειν ῾Ρωμαίοις. ὁ μὲν οὖν καὶ τὴν αὐτόθι ἀπολιπὼν καταφυγὴν εἰς τὴν πέλας ᾿Αντιόχειαν ἀφικνεῖται, ἣν Χοσρόης ὁ Καβάδου ὁπηνίκα τὴν ᾿Αντιόχειαν τὴν πρὸς τῇ Συρίᾳ ᾕρει ᾠκοδομήσατο 5.6.10 καὶ τὸν ἐκεῖσε λαὸν ἐν ταύτῃ που μετεφύτευσεν. ὁ δὲ Μεβόδης τὴν Κτησιφῶντα καταλαβὼν τῶν βασιλείων θησαυρῶν ἐτίθετο πρόνοιαν τόν τε Χοσρόην, ὡς ἐνῆν, βασιλέα ἀνηγόρευέ τε καὶ διεκήρυττεν. ἡ δὲ Κτησιφῶν μέγιστα βασίλεια τῇ Περσίδι καθέστηκεν. λέγεται δὲ ᾿Ιουστινιανὸν τὸν αὐτοκράτορα λίθον ῾Ελληνικὴν Χοσρόῃ τῷ Καβάδου παρέχεσθαι τούς τε περὶ τὴν οἰκοδομίαν δεινοὺς τέκτονάς τε ὀρόφων ἀγχίνους, καὶ βασίλεια δείμασθαι τῷ Χοσρόῃ τέχνῃ ῾Ρωμαϊκῇ οὐ πόρρω τῆς Κτησιφῶντος τὴν ἵδρυσιν 5.6.11 ἔχοντα. οἱ μὲν οὖν τὴν Βαβυλωνίαν κατοικοῦντες βάρβαροι τῆς μεταβολῆς ὀρεγόμενοι τὰ Χοσρόου φρονεῖν προετίμησαν· ὁ δὲ Μεβόδης ἐς ᾿Αντιόχειαν τὴν Περσῶν πτυκτίον ἐξέπεμπε γραμμάτων ῾Ρωμαϊκῶν. ἡ δὲ δέλτος εἶχεν ἐπὶ λέξεως τάδε· καλὸν γὰρ οἶμαι καὶ αὐτῆς τῆς συνθήκης τῶν ῥημάτων τὴν ἔκθεσιν, ὡς ἔχει φύσεως, προενέγκασθαι. 5.7.1 "῾Ρωμαῖοι πιστοὶ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ κυρίῳ ἡμῶν τοῖς τὴν ᾿Αντιόχειαν τῆς Περσίδος χαίρειν. οὔτε βασιλέως κελεύσεσι πειθόμενοι οὔτε ταῖς Χοσρόου ὑποσχέσεσιν ἐπικαμπτόμενοι τὸν τοιοῦτον κάματον κατεδεξάμεθα, ἀλλ' ἵνα ἐν ταλαιπωρίᾳ γηράσαντας ὑμᾶς ἐκ τῆς κοιλίας τῆς Περσίδος 5.7.2 διασώσωμεν, ἤλθομεν εἰς ταύτην τὴν γῆν. ἵνα οὖν καὶ ὁ σκοπὸς ὁ ἡμέτερος πέρας ἀπολάβῃ καὶ ἡ ὑμετέρα, ἀδελφοί, ἐπιθυμία πρὸς χαρὰν καταντήσῃ, τοὺς προσφυγόντας εἰς ᾿Αντιόχειαν τὴν πόλιν τὴν αὐτόθι ἔκδοτε ἡμῖν, καὶ τοὺς φρονοῦντας τὰ Βαράμ. θέλομεν γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι, ἐὰν τούτου τοῦ κεφαλαίου παραμελήσητε, οὐκ ἔχετε τῷ ἀποτελέσματι 5.7.3 εὐχαριστῆσαι." ταύτης γοῦν τῆς ἐπιστολῆς τοῖς τὴν ᾿Αντιόχειαν οἰκοῦσιν ἀποδοθείσης καὶ ἐς κοινὸν γενομένης γνωρίμου, εἰς ἓν [οὓς] ἦλθε τὸ πλῆθος τοῦ ἄστεος, καὶ τὸν ἄνδρα ξυλλαβόντες τοῖς παρὰ τοῦ Μεβόδου σταλεῖσι παραδεδώκασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἡδονῇ τὰ Βαρὰμ ἀσμενί5.7.4 ζοντας. ὁ δὲ Μεβόδης ἐξ ἐπιλέπτου τὰ τῶν ἀντιπάλων ὑπὸ τῶν δεσμίων μεμαθηκώς, αἰκισάμενος τούτων τὸν ἔξαρχον τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀποτομῇ λωβησάμενος ἐς τὸν Χοσρόην παρέπεμπεν, τοὺς δὲ λοιποὺς ῥομφαίας παραδέδωκε 5.7.5 στόματι. ἕκτη δὲ ἡμέρα, καὶ πολλοὺς τοῦ ᾿Ιουδαϊκοῦ ἱκανῶς μετεσχηκότας τῶν ὑπὸ τοῦ Βαρὰμ νεωτερισθέντων τῷ ἀκι5.7.6 νάκῃ διώλεσε θάνατον ἐπιθεὶς ζημίαν αὐτοῖς. οὐκ ἀναξιόλογος γὰρ ἡ ὑπὸ τῶν ᾿Ιουδαίων τῷ Βαρὰμ γεγονυῖα πρὸς τὴν τυραννίδα ῥοπή. πλῆθος γὰρ τοῦ τοιούτου ἔθνους πλούτῳ κατάκομον τὸ τηνικαῦτα καιροῦ τὴν Περσίδα κατῴκει. 5.7.7 τῶν γὰρ ῾Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ἁλόντων, τοῦ τε ναοῦ ἐμπιπραμένου, ὀρρωδοῦντες πολλοὶ τῶν ᾿Ιουδαίων τὴν ῾Ρωμαίων ἀλκὴν ἐκ τῆς Παλαιστίνης ὡς