1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

24

ἐγκελεύεται. οἱ δ' 2.4.13 ἐθανάτων καὶ ἐς ἀπονοίας ὀφρὺν ἀπεσοβαρεύοντο. οὐκοῦν οἱ ῾Ρωμαῖοι περιφρονοῦσιν αὐτούς· οὐ γὰρ ἐγνώκεισαν τὸν Καρδαριγὰν ἐν τῷ βουνῷ ἀνερπύσαντα ἰσχυρῶς τε παρευλα2.4.14 βεῖσθαι τὸν κίνδυνον. ὁ μὲν οὖν Καρδαριγὰν ἀπόσιτος ὢν ὑπό τε τοῦ λιμοῦ πιεζόμενος ἐνεκαρτέρει ἐν τῷ βουνῷ τρίτην καὶ τετάρτην ἡμέραν· ἐν τηλικούτῳ γὰρ δέει διέθετο τὸν τοῦ Περσικοῦ στρατίαρχον ὁ ἀδόκητος κίνδυνος. φοβεραὶ γὰρ αἱ μεταβολαὶ παρὰ τὰς ἐλπίδας συρρεύσασαι· μετὰ γὰρ τῶν πραγμάτων καὶ τὰς γνώμας ἀμείβουσιν. 2.5.1 ὡς δὲ παρὰ τὸν στρατηγὸν ἐπανέζευξαν, ὑπεύθυνος μεγίστου ἐγκλήματος ὁ Στέφανος ἦν, ὅτι μὴ παρεστήσατο τὸ λειπόμενον. ὁ δ' ἡγεμονικωτάτῃ ἀπολογίᾳ τὰς μέμψεις τοῦ στρατηγοῦ διεκρού2.5.2 σατο φήσας· "οἶδα καὶ μέτρα νίκης τιμᾶν καὶ τὴν ἀκρώρειαν δεδιέναι τῆς τύχης· μισοπόνηρον γὰρ ἔχει τὴν πλάστιγγα καὶ φέρειν οὐκ οἶδεν εὐπραγίαν βρενθυομένην πέρα τοῦ δέοντος." οὕτω μὲν οὖν οἱ Πέρσαι σχολαίαν εὑρηκότες τὴν 2.5.3 κάθοδον τῶν παρυψήλων καθείρπυσαν. ἐπεὶ δὲ τοῦ λόφου κατέδυσαν, συμπαρομαρτοῦσι ῾Ρωμαίοις ἐπανιοῦσι καὶ συναθροιζομένοις ἀνὰ τὸν χάρακα. οὐκοῦν ἀναιροῦνται πολλοί, ἥλωσαν δὲ πλείους ἢ χίλιοι, οἳ καὶ ἐς Βυζάντιον παραπέμπονται. 2.5.4 ῾Ο δὲ Καρδαριγὰν πρὸ τῆς ἐπὶ τὸν πόλεμον ἐπιβολῆς τοὺς δερματίνους ἐκείνους ἀμφορεῖς διαρρήξασθαι τῷ Περσικῷ ἐγκελεύεται φιλοκινδυνότερον ἐς θράσος ἐντεῦθεν τὸ Μηδικὸν ἐργαζόμενος, τοῦτο δῆτα σφίσι παραδηλῶν, ὡς εἰ μὴ μεγάλων κινδύνων ἐφάψοιντο, ἀπόλωλε τούτοις ἡ ὕδρευσις, τοῦ ῾Ρωμαϊκοῦ τὸν ποταμὸν τοῦ ᾿Αρζάμων περικαθημένου 2.5.5 καὶ διαφρουροῦντος τὸ ῥεῖθρον φιλοπονώτερον. οὔκουν δ' αὐτῷ ἐς ἀγαθὸν περιέστη τὸ θράσος. ἀμαθὲς γὰρ τῷ κύβῳ τῆς τύχης πιστεύσαντα ταῖς ἀκρωρείαις τῶν κινδύνων καταθαρρεῖν καὶ τὰς ἀγαθὰς ἐκβάσεις ἐκ τῶν προϋπαρξάντων σφαλμάτων ἀπερανίζεσθαι. ἀφιλοσόφου γὰρ ὑπούσης ἀρχῆς, οἰκείαν τοῖς προϋφεστῶσι καὶ τὰ συμπεράσματα ἕξει τὴν 2.5.6 πρόοδον. τοῦτό τοι καὶ πολλοὺς τοῦ Μηδικοῦ μετὰ τὴν ἧτταν διέφθειρεν· φρέασι γὰρ περιπεσόντες τινὲς τοῦ Περσικοῦ λαφύττουσιν ἀπληστότερον καὶ ἐς μέγα κακοῦ ἀποκλίνουσιν, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδατος τὴν ἀντίληψιν. 2.5.7 ῾Ο δὲ Καρδαριγὰν εἰς τὰ περὶ τὸ ∆αρὰς ἀφικόμενος τὴν ἐς τὸ ἄστυ παρεκινδύνευεν εἴσοδον. οἱ γὰρ ἀστοί, ἤτοι οἱ περιφρουροῦντες Πέρσαι τὸ πόλισμα ἀναπετάσαι ἀπέλεγον τοῖς Μήδοις τὰς πύλας· μὴ γὰρ οὖν εἰσοικίσασθαι τοὺς 2.5.8 ῥιψάσπιδας Περσικὸν νόμον ἀνέχεσθαι. ἐπεὶ δὲ τὸν Καρδαριγὰν ἐβλασφήμουν καὶ ταῖς ὕβρεσι τῇ συμφορᾷ συνεπετίθεντο, πείθουσιν ἐς τὰ οἴκοι χωρεῖν αἰσχίστοις αὐτὸν παραπέμψαντες λόγοις. 2.5. ῾Ημέρας δὲ κλινούσης ἐξαπιναίως ἐπιδημία θορύβων τῷ ῾Ρωμαϊκῷ στρατοπέδῳ ἐγγίγνεται, καὶ φήμη διέρρευσε δύναμιν τὸ Περσικὸν περιβάλλεσθαι ἐπίθετον καὶ ὅσον οὔπω 2.5.10 ἐπιβήσεσθαι μέλλειν τοῦ χάρακος. οὐκοῦν ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, καὶ ἕτερος τῶν ἡγεμόνων ἱππάζοντό τε καὶ σιδήρῳ φραξάμενοι ὁρμῇ ἀκατασχέτῳ περιεπόλουν τὸ βαρβαρικὸν ἀνιχνεύοντες· καὶ ἀνὰ τὸν βουνὸν ἀφικνοῦνται, ἐν ᾧ οἱ περὶ τὸν Καρδαριγὰν ἔναγχος ἀπο2.5.11 δράντες ἐνηυλίζοντο. καὶ οὖν ἄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἦν ἀφανές. ἐπεὶ τοίνυν ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο, καὶ φενάκη τις ἐν τῇ ἐπισκοπῇ οὐκ ἐνῆν, ἀνὰ τὸ ῾Ρωμαϊκὸν ἐπανάγονται. 2.6.1 ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα στρατιώτην ῾Ρωμαῖον περιεβλέψαντο, τέτρασι 2.6.2 βολαῖς τὸ σῶμα κοσμούμενον. εἰς μὲν γὰρ τὴν ὑπερῴαν χελύνην Μηδικὸς ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κράνος ἐρρίζωτο, ἕτερος δ' αὖ ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο, ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων, 2.6.3 κἀντεῦθεν μὴ δύνασθαι τὸν ἀριστέα μύσαι