1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

73

αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ τοῦ ῾Ρωμαϊκοῦ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ τὴν Περσίδα καθόδου Κομεντίολον ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν. 5.3.1 ῏Ηρος τοίνυν ἀρχομένου ὁ νεώτερος στρατηγὸς Χοσρόην παραλαβὼν (συνείπετο δὲ αὐτῷ ὁ ἐν Μελιτηνῇ ἱερατεύων κατ' ἐκεῖνο καιροῦ, ὃν ∆ομετιανὸν ὁ λόγος ἐδήλωσεν) ἐπὶ τὸ Μάρδες μετεφοίτησεν· πόλεως δὲ ∆αρὰς ἀφεστήκει τὸ 5.3.2 φρούριον παρασάγγας τρεῖς. οἱ μὲν οὖν περὶ τὴν Νίσιβιν τῆς ᾿Αραβίας οἵ τε ἄλλοι δυνατώτατοι πάντες καὶ οἱ τῶν ταγμάτων ἡγούμενοι ἀναγορεύουσι Χοσρόην βασιλέα, καὶ τῆς διωμοσίας ἐνέχυρα συγγενεῖς παρασχόμενοι προκατήρτιζον τὴν 5.3.3 ἐς τὰ βασίλεια τῷ Χοσρόῃ ἐπάνοδον. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τούτους ὑπὸ ῾Ρωμαίων περιφρουρεῖσθαι συνέταξεν. ἀπάρας τοίνυν ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ ∆αρὰς ἐστρατοπέδευσεν. ὁ δὲ Χοσρόης τὰς συμμαχικὰς δυνάμεις τῶν ῾Ρωμαίων θεώμενος κομώσας ἀλκῇ τοῖς τε ὅπλοις κατακοσμουμένας ἐκθάμβῳ παρασκευῇ, πρὸς τὰς νεωτέρας μετεχώρει ἐλπίδας μηδέν τι τοῦ πρεσβυτέρου πάθους τῷ λογισμῷ νοσφιζό5.3.4 μενος. εἰσήρρησε τοιγαροῦν πρὸς τὸ ἄστυ ὁ βασιλεὺς ὁ βάρβαρος καὶ ἐντεμενίζεται ἅμα τοῖς τειχίοις παρὰ τῷ περιφανεῖ τεμένει τῆς πόλεως, ἐν ᾧ ῾Ρωμαῖοι τὰ τῆς θρησκείας ἐτέλουν μυστήρια, λίαν κενταυρικῶς τε καὶ ὑβριστικῶς, ἔτι που ὑπὸ τῆς ἀνάγκης κυοφορούμενος, καὶ ἐν ἐπισάλῳ τύχῃ τῶν πρα5.3.5 γμάτων διακειμένων αὐτῷ. οἱ μὲν οὖν ∆αρηνοὶ διηγανάκτουν ἐπὶ τῷ ἐγχειρήματι, Χοσρόου τοῦ πρεσβυτέρου ᾑρηκότος τὴν πόλιν καὶ μηδέν τι πρὸς ὕβριν τοῦ σεβάσματος ἐγχειρήσαντος. 5.3.6 οὐκοῦν ὁ ∆ομετιανὸς τὴν βάρβαρον ὕβριν φέρειν οὐκ ἔχων, τὰς δυνάμεις ἀναλαβὼν παλινδρομεῖν ἐπὶ Κωνσταντῖναν ἠπείλει. ἠτιμωμένος τοίνυν Χοσρόης ἐντεῦθεν καὶ τῇ προπετείᾳ μὴ χάριν ὁμολογῶν ὡς τὸν ∆ομετιανὸν ἐκ τῶν παρ' αὐτοῦ ἐπιφανεστάτων ἐξέπεμπεν, ἔλεον αὐτὸν ἐξαιτούμενος τῷ μεταμέλῳ 5.3.7 παρέχεσθαι. ὁ μὲν οὖν ἱερεὺς ὁπόσον ἔδει προπηλακίσας τὸν βάρβαρον πρὸς τὸ ∆αρὰς ἐπανῆκεν ἐξοικίσας τοῦ τεμένους Χοσρόην. ἕκτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς ἐς τὸ ∆αρὰς τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ' αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως εὐκατα5.3.8 φρόνητος εἴη ῾Ρωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος ῾Ρωμαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες 5.3. τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνάμεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης βασιλεῖ Μαυρικίῳ 5.3.10 εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν ∆αρὰς ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τῷ αὐτοκράτορι, τόν τε ∆ολαβζὰν τὸν σατράπην, ἄνδρα ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ πολί5.3.11 σματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου ῾Ρωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ βασιλεὺς τοῦ ῾Ρωμαϊκοῦ δώροις βασιλικοῖς μεγαλύνας τὸν ∆ολαβζὰν τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν. 5.4.1 ῾Ο δὲ Χοσρόης εἰς τὸ Σιγγάρων (Μηδικὸν δὲ τὸ ἄστυ) τά τε γύναια καὶ τοὺς παῖδας κατησφαλίζετο· ἐχυρώτατον γὰρ τὸ ἄστυ ὑπὸ τῆς ἔριδος περιφρουρούμενον καὶ ἥκιστα τοῖς πολεμίοις ἀνάλωτον, τῷ καταύχμῳ τῆς ὑδρεύσεως 5.4.2 πεφυκὸς πρὸς πολιορκίαν ἀπρόσιτον. μετὰ τοῦτο Μεβόδῃ προστάττει, καὶ δισχιλίοις ἐκ τοῦ ὁπλιτικοῦ περιφράξας αὐτὸν διὰ τοῦ Σιγγάρων νομοθετεῖ ἐς τὰ βασίλεια εἰσβαλεῖν τόν τε ὑπὸ τοῦ Βαρὰμ γενόμενον