1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

90

διανήψας τοῦ ὕπνου, ἵππου γυμνῆς ἐπιβὰς τὴν φυγὴν ἐπεποίητο. περιπίπτει γοῦν ῾Ρωμαίοις ὁ βάρβαρος καὶ ἀποβὰς τῆς ἵππου κατασυστάδην τὴν 6.7.3 μάχην ἀσπάζεται. ἐπεὶ δὲ φέρειν οὐκ εἶχε τὴν ἀντίθετον ῥύμην, διὰ δυσχωρίας τινὸς τὴν φυγὴν περιβάλλεται. ὅθεν οὖν ᾿Αρδάγαστος ἐπροτέρευε τοῖς κινήμασιν ἐθάδα πρὸς τοῦτο 6.7.4 κεκτημένος τὴν φύσιν. σκαιοτέρας τε τύχης συμπεσούσης αὐτῷ, πρέμνῳ μεγίστου δένδρου τινὸς περιπίπτει ὁ βάρβαρος. ἐντεῦθεν τοῖς διώκουσιν ἦν ἂν θήραμα καὶ μάλα εὐκτόν, εἰ μὴ ποταμὸς αὐτῷ σωτήριος γέγονεν· διανήξας γὰρ ἀποδιδράσκει 6.7.5 τὸν κίνδυνον. οἱ μὲν οὖν ῾Ρωμαῖοι πλήθη Σκλαυηνῶν μαχαίρας ποιησάμενοι δεῖπνον τὴν ἀμφὶ τὸν ᾿Αρδάγαστον διατέμνονται χώραν, ἐνέρσει τε ξύλων τοὺς ζωγρηθέντας 6.7.6 ποιήσαντες ἐς Βυζάντιον ἔπεμπον. ὁ δὲ Πρίσκος ἐγίνετο τοῖς στρατεύμασιν ἀκοσμίας ὑπόθεσις. ἐνεχείρει γὰρ τὴν πρώτην τῆς λείας ἀπόμοιραν τὸν βασιλέα κομίζεσθαι, τὴν δὲ δευτέραν τὸν τοῦ αὐτοκράτορος παῖδα τὸν μείζονα, εἶτα καὶ τὴν λοιπὴν τοῦ βασιλέως ἐπιγονὴν μερίδας ἀποκληρώσασθαι, τῷ ἀφθόνῳ τῆς βασιλικῆς εὐτεκνίας τὴν πλεονεξίαν 6.7.7 ἐμπορευόμενος. ἐπεὶ γοῦν ἐξιτήλοις σκύλοις τὸ ῾Ρωμαϊκὸν καθυβρίζετο, τυραννὶς ἐπεφοίτα καὶ τάραχος ἡγεμόνευεν. ὀρρωδήσας γοῦν ὁ στρατηγὸς τὸ πραχθὲν καὶ μεταμέλῳ τῶν προϋπηργμένων τὴν ἐπιβολὴν ὀβελίσας, ταῖς δευτέραις φροντί6.7.8 σιν ἐδίδου τὰ νικητήρια. τοίνυν ἐπὶ τὸ λυκόφως τοὺς ἡγεμόνας τῶν δυνάμεων μετεπέμπετο, καὶ πείθει τῇ τῶν ῥημάτων περιστροφῇ ὡς οὐδὲν τῶν μὴ καθηκόντων κατὰ τὴν προτεραίαν 6.7. εἰργάσατο. ὅτε τοίνυν τὸ ἀραρὲν ὑπὸ τῆς τῶν λόγων πειθοῦς οἱ τῶν ταγμάτων ἐξάρχοντες συμφώνως ἀπεδογμάτισαν, ὡς τὸν στρατηγὸν τὰ πλήθη συρρέουσιν. καὶ γοῦν ὁ στρατηγὸς τῇ πατρίῳ φωνῇ τοῖς ῾Ρωμαίοις τῶνδε τῶν λόγων ἀπήρξατο. 6.7.10 "῎Ανδρες καὶ φίλοι καὶ στρατιῶται καὶ σύμμαχοι, οἱ πρὸς πόλεμον ἀριστεύοντες, ἐν δὲ ταῖς ἀκοσμίαις ἰδιωτεύοντες, εἰ τὴν ἀκοὴν εὐθετήσητε καὶ τὴν καρδίαν εὐθύνητε, κἀγὼ 6.7.11 τῶν νουθετημάτων ἀπάρξομαι. ἴσως δέ τι τοῖς λόγοις καὶ λυπήσω μικρὸν τὸ διάστροφον τῶν τρόπων ἐπανορθούμενος· κἀντεῦθεν γὰρ τῷ ταξιάρχῃ καλὸν μηδέν τι δεδοικέναι τῆς 6.7.12 διαλέξεως διὰ τὸν τῆς φιλίας κίνδυνον. τί καθ' ἡμῶν συστρατεύοντες ἐχθές τε καὶ τρίτην εἰκῇ τε καὶ λίαν ὡς ἔπος εἰπεῖν ἐφρυάξασθε; παρελύπουν τὰ ὑμέτερα λαφυραγωγῶν βασιλεῖ. ἠνιᾶσθε τοὺς θριάμβους ἐπιδεικνύμενοι. ἐνεκότει πᾶς τῷ στρατηγῷ τῇ πόλει καὶ βασιλεῦσι καὶ δήμοις κατακληροδοτοῦντι ἀριστείας καὶ τρόπαια. καὶ τίνας ἕξετε τῶν 6.7.13 ἀνδραγαθημάτων ἀποφήνασθαι μάρτυρας; τίς ὑμῖν θεατὴς τῶν πόνων γενήσεται; ποῦ τῆς εὐκλείας τοὺς πίνακας καθιδρύσωμεν; ὅπως τε καὶ ποῖ καὶ πότε καὶ τίσι τὴν ἀνδρείαν 6.7.14 κηρύξωμεν; εἰ γὰρ τῶν κατατιθεμένων ὑμεῖς ἔσεσθε μάρτυρες, ἄπιστος ὁ πόνος, ἀναπόδεκτον τὸ εὐτύχημα, μῦθος τὰ τρόπαια, ἀβέβαια τὰ τῶν διηγημάτων ἐπίκομψα ἐνέχυρα, τοῦ λόγου 6.7.15 χηρεύοντος καὶ τοῦ πιθανοῦ τὴν ἀπορίαν ἐπέχοντος. οἱ φιλοσοφοῦντες τὸν θάνατον καὶ πάντα καὶ πάσχειν καὶ πράττειν ἑλόμενοι οὐ καταφρονήσητε λαφύρων διὰ τὴν εὔνοιαν; οὐ φορολογεῖσθε τὰ λάφυρα, ἵνα τὸν κρότον μακρολογήσητε; τί τὰς ψυχὰς ὑπὸ φιλοχρηματίας ἀνδραποδίζεσθε οἱ δουλαγωγεῖν τὸ πολέμιον ὀρεγόμενοι καὶ κινδύνοις ψυχῆς τὰς νίκας 6.7.16 ὠνούμενοι; οὐκ ἴσασι τῶν κτημάτων οἱ ἔρωτες εὐδοξίας ὑπόθεσις γίνεσθαι, ἀλλ' οὐδὲ τῶν χρημάτων ἡ ὄρεξις διασώζειν τῶν ἐπαίνων τὴν ἔφεσιν. ἢ θάτερον οὖν ἀπολείπετε, ἢ τοὺς τῆς στρατείας νόμους μὴ κιβδηλεύετε." 6.8.1 ῎Ετι γοῦν τοῦ στρατηγοῦ τοῖς λόγοις ἐπικυμαίνοντος καὶ τὰ Θεμιστοκλέους ῾Ρωμαϊκῶς ἀττικίζοντος, κρότος ὑπὸ τοῦ πλήθους ἀνέθορεν, καὶ πρὸς εὔνοιαν τὰ τῆς δυσμενείας μετήρχετο, ὁ δὲ ψόγος πρὸς ἔπαινον, πρὸς ἀποδοχὴν τὰ τοῦ 6.8.2 σκώμματος, καὶ πάντα μετεγίνετό τε καὶ μετετίθετο· οἶδε γὰρ γλώττης ἀλκὴ καὶ φύσεως ἄρχειν καὶ κατὰ τῆς ἀνάγκης νομοθετεῖν καὶ μετοχετεύειν γνώμης