1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

37

ἐπάλξεως ταῖς ῾Ρωμαϊκαῖς προσβολαῖς, μετ' ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ 2.18.21 κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίνδυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ του θεάματος τῷ 2.18.22 πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν. 2.18.23 ἐπεὶ δ' ἀνείρπυσεν, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς, τὸν ἀκινάκην σπασάμενος τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινεν, καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ δὲ ῾Ρωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνεθάρρησαν καὶ τῶν 2.18.24 κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρος ἐκείνου (πρεσβύτης δ' οὗτος τὴν ἡλικίαν) ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος· εἶτα 2.18.25 μετ' ἐκεῖνον καὶ ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσιν, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ ῾Ρωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεστήσαντο, καὶ οὓς μὲν ἀνεῖλον, οὓς δὲ διέσωζον καὶ εἰς αἰχμάλωτον μετεβίβαζον τύχην. τὰ δὲ κτήματα λαφυραγωγήσαντες ἀπῆραν ἐντεῦθεν σκοποὺς 2.18.26 περιβαλόντες τῷ ἐχυρώματι. ὥρας δ' ἐπιούσης χειμῶνος ἄνεισιν ὁ Φιλιππικὸς ἐπὶ τὸ Κωνσταντίνειον ἄστυ στρατηγὸν ἐναφεὶς τὸν ῾Ηράκλειον. ὁ μὲν οὖν ῾Ηράκλειος λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς ῾Ρωμαϊκῆς δυνάμεως εἰσεπράττετο· καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφροσύνην μετήγοντο.

3.τ.1 ΙΣΤΟΡΙΑ Γʹ

3.1.1 Φιλιππικὸς μὲν οὖν ἀνὰ τὴν ὁδοιπορίαν ἐπέπυστο Πρίσκον ὑπὸ τοῦ αὐτοκράτορος στρατηγὸν ἐγχειρίζεσθαι, καὶ τῆς Ταρσοῦ ἐπιβὰς ῾Ηρακλείῳ δέλτους συνέταξεν, δι' ὧν ἐνεσήμαινε καταλιπόντα τὸ στράτευμα ἐς τὴν ἑαυτοῦ πόλιν ἐπανελθεῖν ἐς τὴν ᾿Αρμενίαν γενόμενον, Ναρσῇ τε τῷ Κων3.1.2 σταντίνης πόλεως ἡγεμόνι, μεθιέναι τὸ στράτευμα. καὶ τὸν βασιλέως δὲ νόμον ἀρτίως αὐτῷ ἐπιφοιτήσαντα παραγυμνώσας ἐκέλευσε καὶ ἐς τὸ ἐναργὲς τοῖς στρατεύμασι παραδεῖξαι, Πρίσκῳ διαφθονούμενος. ἦν δ' ἄρα ὁ νόμος στρατιωτικῶν σιτήσεων ὕφεσις, ἡ δ' ἀπομείωσις τετάρτη ἐτύγχανεν οὖσα 3.1.3 ἀπόμοιρα. καὶ γέγονε καθάπερ ὁ στρατηγὸς ἐνετέλλετο. ἦρος δ' ἐπιγενομένου ὁ μὲν ἀπεχειροτονεῖτο, ὁ δὲ τῆς ἡγεμονίας ἀπήρχετο. ὁ μὲν οὖν Πρίσκος ἐπιβὰς τῆς ᾿Αντιοχείας προστάττει εἰς τὸ Μονοκάρτων τοὺς στρατιώτας συλλέγεσθαι, καὶ τῇ ᾿Εδέσῃ προσομιλήσας περιτυγχάνει Γερμανῷ, καὶ περιλαβὼν δεξιῶς κατησπάζετο ἐκ τῆς ἐπιδημίας γενόμενον (∆αμασκοῦ γὰρ οὗτος διεκόσμει τὸν θρόνον), ἀνακλίνας τε εἰς δεῖπνον 3.1.4 αὐτὸν τῇ ἐπιούσῃ ἐφιλοφρονήσατο. μετὰ τοίνυν ἡμέρας τέτταρας ἀπεφοίτα τῆς ᾿Εδέσης ὁ στρατηγὸς τόν τε τῆς ἱερατικῆς καθέδρας προλάμποντα μεθ' ἑαυτοῦ συνελάμβανε καὶ ὡς τὸν χάρακα ᾤχετο. ἦν γὰρ ἡ ἡμέρα προσδόκιμος καθ' ἣν εἴθιστο ἑορτάζειν ῾Ρωμαίοις τὸ σωτήριον ἐκεῖνο πάθος, δι' οὗ τὸν κόσμον εἰσεποιήσατο ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ τὴν φύσιν ταὐτὸν τῷ πατρὶ καὶ τὴν βασιλείαν ὁμότιμος· 3.1.5 [οὗτος δέ ἐστιν ὁ Χριστός]. τοῦτο ὑποτοπήσας ὁ στρατηγός, ὡς οὐ δεῖ αὐτὸν μὲν ἐν πόλει τὴν ἐγκύκλιον τῆς ἀναστάσεως πανηγυρίζειν ἡμέραν, τὸ δὲ ῾Ρωμαϊκὸν ἐν πεδίῳ κατηφέστερόν πως ἑορτάζειν δοκεῖν πολιτικῆς θυμηδίας ὥσπερ στερισκόμενον, διά τοι τοῦτο τὸν ἱερέα παραλαβὼν ὡς τὸ 3.1.6 Μονοκάρτων ἐβάδιζεν, ὁ δὲ Γερμανὸς προῆγε τὴν τοῦ στρατηγοῦ παρουσίαν ἐξάκουστον