1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

46

κοινὴν σύστασιν φρουρουμένων, ὅπως μὴ σχοίη τὴν εἰσροὴν τῶν ἀπείρων ἐθνῶν καὶ ὁμόρων ἡ ἀκατάσχετος δύναμις, καὶ βασιλείας ἑκατέρας ἐπιγένηται λύσις. 3.10.1 ∆ιαχεθείσης οὖν τῆς εἰρήνης, καὶ τῶν σπονδῶν ἀνατετραμμένων ῾Ρωμαίοις τε καὶ Πέρσαις, ᾿Ιουστῖνος, ὁ τοῦ ῾Ρωμαϊκοῦ βασιλεύς, εἰς τὴν ἕω ἐκπέμπει Μαρκιανὸν στρατηγόν, ἐν τῷ καταλόγῳ τῶν πατρικίων ὄντα, περίβλεπτον 3.10.2 ἄνδρα, οὐκ ἄπο τοῦ γένους τοῦ βασιλείου τυγχάνοντα. ὁ τοίνυν Μαρκιανὸς τὸν Εὐφράτην διαπεραιωθεὶς καὶ κατὰ τὴν ᾿Οσροηνὴν γεγονώς, ἤδη τοῦ θέρους παρηβηκότος καὶ παρακμάσαντος, καὶ τῶν βαρβάρων οὐδὲν διανοουμένων πρὸς πόλεμον, τρισχιλίους ἐκ τοῦ ὁπλιτικοῦ συμφραξάμενος κατὰ 3.10.3 τὴν ᾿Αρζανηνὴν οὕτω καλουμένην χώραν ἐξέπεμπεν. εἰσβαλοῦσα τοίνυν ἡ δύναμις, καὶ ἀδοκήτου τῆς ἐπιστασίας γενομένης τοῖς Μήδοις, πάσχει τέως τὰ τῆς Περσίδος δεινά· προνομεύεται γὰρ καὶ ληΐζεται καὶ λαφυραγωγεῖται οὐκ ἀνα3.10.4 ξιόλογον λείαν. τοῦ δ' ἐπιόντος ἐνιαυτοῦ τῆς βασιλείας ᾿Ιουστίνου τοῦ αὐτοκράτορος, Μαρκιανοῦ τὰς δυνάμεις ἀγείραντος καὶ ἐκ τοῦ ∆αρὰς ποιησαμένου τὴν πρόοδον, καὶ τῶν βαρβάρων στρατοπεδευσαμένων περὶ τὴν Νίσιβιν, γίνεται συμπλοκὴ ῾Ρωμαίων τε καὶ Περσῶν πλησίον τοῦ Σαργαθών, οὕτω λεγομένου χωρίου Περσῶν, καὶ πταίουσι Μῆδοι, καὶ 3.10.5 κρατοῦσι τῆς μάχης ῾Ρωμαῖοι. διὰ τοῦτο περικαθήμενοι τὸ Θεβοθὼν ἐνεχείρουν ἑλεῖν· Περσικὸν δὲ τουτὶ τὸ φρούριον. ἡμέρας τοίνυν τὸ φρούριον πεπολεμηκότες πολλάς, καὶ οὐ κατὰ σκοπὸν συμβεβηκότων τῶν πραγμάτων αὐτοῖς, ἐπὶ τὸ ∆αρὰς ἐπανέζευξαν πόλισμα. εἶτα εἰσβάλλουσιν εἰς τὴν πολεμίαν αὖθις καὶ τὴν Νίσιβιν τῆς Μυγδονίας διεγνώκασι παραστήσασθαι· τοῦτο γὰρ αὐτοῖς ὑπὸ τοῦ αὐτοκράτορος 3.10.6 προσετάττετο. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης ὁ πρεσβύτερος ἄρας ἐκ Βαβυλῶνος ἅμα Μηδικῷ στρατοπέδῳ, Τίγριν διανηξάμενος εἰσβαλών τε περὶ τὴν ἔρημον καὶ δι' ἐκείνης στρατοπεδευσάμενος, ἵνα μὴ ῾Ρωμαίοις κατάδηλος ἐπιστρατευσάμενος γένηται, ἧκε πλησίον ᾿Αββάρων, χωρίου τινὸς Περσικοῦ· ἀπῴκιστο δὲ τοῦτο Κιρκηνσίου, τοῦ ῾Ρω3.10.7 μαίων πολίσματος, πέντε ὁδὸν ἡμερῶν. καὶ τὸν μὲν ᾿Αδορμαάνην οὕτω καλούμενον στρατηγὸν τὸν Εὐφράτην διαπεραιωσάμενον ποταμὸν ἐκπέμπει τὴν ῾Ρωμαίων ληϊσόμενον, ἓξ δ' αὐτῷ χιλιάδας ὁπλιτικοῦ συνεξέπεμπεν· αὐτὸς δ' ὁ τῶν Περσῶν βασιλεὺς παραμείβων τὸν ᾿Αββόραν ποταμὸν ἐξα-πιναίως ἐπιστῆναι τοῖς τὴν Νίσιβιν πολιορκοῦσι ῾Ρωμαίοις ἐπαλαμήσατο. ὁ μὲν οὖν ᾿Αδορμαάνης πλησίον τοῦ Κιρκην3.10.8 σίου γενόμενος καὶ τὸν Εὐφράτην διαβὰς ποταμὸν τὴν ῾Ρωμαίων γῆν προενομεύσατο· οὐδενὸς δὲ τῇ Περσικῇ ἐνδημίᾳ ἀντιπεριισταμένου σοφίσματος, ὅπως ἐγκοπὴν προκοπῆς τὰ τῶν βαρβάρων σχοίη κινήματα, ὁ ᾿Αδορμαάνης ἀφικνεῖται εἰς τὰ περὶ τὴν ᾿Αντιόχειαν πόνων ἐκτός, τά τε τῶν οἰκοδομημάτων πρὸς τῆς πόλεως κάλλη διαφθείρας, ὡς ὁ καιρὸς 3.10. ἐχαρίζετο, ἐπὶ τὴν Κοίλην ἀφικνεῖται Συρίαν. πλησίον δ' ᾿Απαμείας περιβαλόμενος χάρακα, καὶ τῶν τῆς πόλεως πρεσβευσαμένων μετὰ δώρων λαμπρῶν λύτρα τε διωμολογηκότων, ὁ μὲν βάρβαρος τῆς ὑποσχέσεως μόνης ἐπεκάμπτετο μέχρι, οἱ δὲ φενακίζονται ἐξαπατηθέντες δόλοις βαρβαρικοῖς. τρίτη δ' ἡμέρα, καὶ τὴν πόλιν ἀνδραποδίζεται, ἐς ὕστερον δὲ καὶ τῷ πυρὶ παραδοὺς εἰς τὴν ἑαυτοῦ ἐπανῆκεν. 3.11.1 ᾿Επεὶ δὲ ῾Ρωμαίοις ἀπαίσια τοῦ πολέμου ἐγεγόνει προαύλια, διηπορεῖτο ὁ τοῦ ῾Ρωμαϊκοῦ μοναρχῶν διεταράττετό τε ἐπὶ τοῖς βαρβαρικοῖς ἐπιτεύγμασιν· ἀσχάλλων τε ἐπὶ τοῖς ἐξ ἀβουλίας περιστοιχίσασιν αὐτὸν ἀτυχήμασιν ᾿Ακάκιον τὸν ᾿Αρχελάου ἐς τὴν Νίσιβιν ἔστελλεν ἀποχειροτονήσας τῆς 3.11.2 στρατηγίας Μαρκιανόν. ὁ μὲν οὖν Μαρκιανὸς χώραν τῷ βασιλικῷ παρεχόμενος δόγματι ἀπολιμπάνει τὴν Νίσιβιν· τοῦ δὲ ῾Ρωμαϊκοῦ ἐπὶ τὸ Μάρδες γεγονότος, ὁ τοῦ Περσικοῦ βασιλεὺς λαίλαπος δίκην ἐς τὸ ∆αρὰς γεγονὼς καὶ μῆνας ἓξ καταπολεμήσας τὸ πόλισμα, λόφους τε καὶ χάρακας τῇ πόλει περιγραψάμενος, τό τε ὕδωρ μετοχετεύσας τοῦ ἄστεος, πύργους τε