1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

3

ἡγεμόνων τῆς ᾿Αρζανηνῆς αὐτομολησάντων ῾Ρωμαίοις. θʹ. Περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ Καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι ῾Ρωμαίους. ιʹ. ῞Οπως ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, παραδόξως ἀπὸ τῆς κατασκοπῆς διασώζεται. ιαʹ. Περὶ Ζαβέρτα τοῦ Πέρσου. ιβʹ. ῞Οπως τῆς τοῦ Χλομαρῶν πολιορκίας ῾Ρωμαῖοι ἀπέχονται. ιγʹ. Περὶ τῆς ἀθρόας φυγῆς καὶ ἀλόγου Φιλιππικοῦ, τοῦ ῾Ρωμαίων στρατηγοῦ. ιδʹ. Περὶ τῆς γενομένης ἀταξίας τοῖς ῾Ρωμαϊκοῖς ἐκστρατεύμασιν. ιεʹ. Περὶ τῆς ἐπενεχθείσης νόσου Φιλιππικῷ τῷ ῾Ρωμαίων στρατηγῷ, καὶ ὅπως ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὰς φροντίδας τῆς ἡγεμονίας ἐλάμβανεν. ιϛʹ. ῞Οπως τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς ῾Ρωμαίων δυνάμεως ὑποστράτηγος. ιζʹ. ῾Ως ἔαρος ὥρᾳ προσβάλλουσι ῾Ρωμαῖοι κατὰ τῆς Περσῶν πολιτείας. ιηʹ. ῾Ως Κομεντίολος κατὰ τῆς τῶν ᾿Αβάρων στρατεύει δυνάμεως. ιθʹ. Περὶ ᾿Ασιμούθ, τοῦ ἐξάρχου τῆς πεζικῆς τῶν ῾Ρωμαίων δυνάμεως, καὶ ὡς τοῦτον οἱ ῎Αβαροι κατέσχον ζωγρήσαντες. κʹ. ῞Οπως αἱ τῶν ᾿Αβάρων δυνάμεις ἀνὰ τὴν Θρᾴκην περι-εχύθησαν. καʹ. ᾿Εκκλησία ῾Ρωμαίων, εἰ πολεμητέον, καὶ δημηγορία καὶ ἀντιδημηγορία, εἴπερ χρὴ τὸν Κομεντίολον ταῖς τῶν ᾿Αβάρων δυνάμεσιν ἐπιτίθεσθαι. κβʹ. ῞Οπως φωνὴ παραμορφωθεῖσα τῇ ῾Ρωμαίων ἐκτάξει ἀδόκιμον αὐτῇ τὴν τοῦ Χαγάνου ἐπιβολὴν ἐποιήσατο. κγʹ. Περὶ Βουσᾶ τοῦ στρατιώτου καὶ τῆς τούτου ἁλώσεως, καὶ ὅπως τοὺς βαρβάρους πολιορκητικὰ κατασκευάζεσθαι πρῶτος ἐδίδαξεν ὄργανα. κδʹ. Πολιορκία ὑπὸ τοῦ Χαγάνου Βερόης τῆς πόλεως, καὶ ἀποτυχία τῆς τοῦ βαρβάρου βουλήσεως. κεʹ. Πολιορκία τῆς ∆ιοκλητιανουπόλεως, καὶ ὡς ἀδόκιμος ἡ ἐπιβολὴ τῷ βαρβάρῳ συνήντησεν. κϛʹ. ῞Οπως ἐλοιδοροῦντο τῷ αὐτοκράτορι οἱ Βυζάντιοι διὰ τὰ συμβάντα ὑπὸ τῶν βαρβάρων περὶ τὴν Εὐρώπην ὡς ἔπος εἰπεῖν δυστυχήματα. κζʹ. Πολιορκία τῆς ᾿Αδριανουπόλεως, καὶ ὡς ὁ ∆ροκτῶν τοῖς βαρβάροις συμμίξας τὸ πόλισμα διεσώσατο. κηʹ. ῾Ως ὁ ῾Ηράκλειος φρούριον Περσικὸν παραστήσασθαι ἐνεχείρει τοῖς ὅπλοις. κθʹ. Περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ τινὶ τοῦτο εἷλον ῾Ρωμαῖοι· καὶ περὶ τοῦ Σάπειρος στρατιώτου. λʹ. ᾿Ενδημία Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ. Ινδεχ

3.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Γʹ

ινδεχ.3.1 αʹ. Χειροτονία Πρίσκου, καὶ ὅπως τῆς ἑῴας δυνάμεως ἔξαρχον ὁ αὐτοκράτωρ αὐτὸν προεστήσατο. βʹ. Περὶ τῆς ἀπομειώσεως τῶν στρατιωτικῶν σιτήσεων· καὶ ὅπως ταύτην ποιήσασθαι τῷ στρατηγῷ ἐνεκελεύσατο ὁ αὐτοκράτωρ Μαυρίκιος. γʹ. Περὶ τῆς γενομένης τυραννίδος τῶν ῾Ρωμαϊκῶν στρατοπέδων· καὶ ὅπως ὁ στρατηγὸς διαφυγῇ χρησάμενος ἀποδιδράσκει τὸν κίνδυνον. δʹ. ᾿Αναγόρευσις Γερμανοῦ ὑπὸ τῆς στρατιᾶς. εʹ. Περὶ τῶν προσελθουσῶν ἐκ τῆς τῶν ῾Ρωμαίων τυραννίδος τῇ ἀνατολῇ συμφορῶν. ϛʹ. Χειροτονία Φιλιππικοῦ τοῦ στρατηγοῦ. ζʹ. Πολιορκία Κωνσταντίνης τῆς πόλεως, καὶ ὡς ὁ Γερμανὸς ἐπιστὰς τῶν κινδύνων αὐτὴν ἠλευθέρωσεν. ηʹ. Πόλεμος κατὰ τὴν Μαρτυρούπολιν ῾Ρωμαίων τε καὶ Περσῶν, καὶ νίκη ῾Ρωμαίων λαμπρά. θʹ. ∆ιαλλαγαὶ τῶν στρατοπέδων πρὸς τὸν αὐτοκράτορα. ιʹ. Περὶ τῶν γενομένων κατὰ τὸ Γιλίγερδον, καὶ ἀριστεία ῾Ρωμαίων. ιαʹ. ῞Οπως ἡ Μαρτυρούπολις ἥλω δόλῳ ὑπὸ τῶν Βαβυλωνίων. ιβʹ. Χειροτονία Κομεντιόλου τοῦ στρατηγοῦ. καὶ ὅπως τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον. ιγʹ. Μάχη Περσῶν, καὶ νίκη ῾Ρωμαίων. ιδʹ. Περὶ τῶν πραχθέντων κατὰ τὴν Σουανίαν ῾Ρωμαίοις τε καὶ Πέρσαις. ιεʹ. Μάχη κατὰ τὴν Κολχίδα ῾Ρωμαίων τε καὶ Περσῶν, καὶ ἧττα Βαβυλωνίων. ιϛʹ. ῞Οπως ῾Ορμίσδας, ὁ Περσῶν βασιλεύς, καταστρατηγηθέντος