1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

82

τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρόου, βασιλέως βασιλέων, υἱοῦ Κοάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ πανσέπτου Σεργίου." 5.13.7 ῾Ο μὲν οὖν σατράπης κατὰ τὸ διατεταγμένον αὐτῷ ἀπέδοτο τὸν σταυρὸν τά τε γράμματα τοῦ βασιλέως. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ ὁ τοῦ Περσικοῦ βασιλεὺς ἀναγορεύει βασίλειαν Σειρέμ, γένους ῾Ρωμαϊκοῦ, (ἦν δὲ θρησκείας Χριστιανῶν), εἰς ὥραν ἀνθοῦσαν γάμῳ ταύτῃ κατευνασθεὶς κἀντεῦθεν παραχαράττων τῶν Βαβυλωνίων τὰ νόμιμα. 5.14.1 τρίτῳ δὲ ἔτει καὶ ἠντιβόλει τὸν δραστικώτατον ἐν Περσίδι Σέργιον παῖδα ἐκ τῆς Σειρὲμ δοθῆναι αὐτῷ. μετ' οὐ πολὺ δὲ τούτου γεγονότος αὐτῷ, δώροις καὶ αὖθις γεραίρει τὸν εὐεργέτην εἰκότως. ἐπιστολὴν δὲ ἐξέπμεψεν ῾Ελληνικῇ συμφράσει χρησάμενος. εἶχε δὲ ἡ ἐπιστολὴ ἐπὶ λέξεως οὕτως. 5.14.2 "Τῷ μεγαλομάρτυρι Σεργίῳ Χοσρόης, βασιλεὺς βασιλέων. ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ δῶρα τὰ μετὰ τοῦ δίσκου ἐξέπεμψα οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου σου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὸ γνωσθῆναι τὴν ἀλήθειαν τῶν γενομένων καὶ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστιν, ἵνα τὸ ἐμὸν ὄνομα 5.14.3 ἐμφέρηται τοῖς ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σειρέμ. καὶ ἐπειδὴ ἡ Σειρὲμ Χριστιανή ἐστι κἀγὼ ῞Ελλην, ὁ ἡμέτερος νόμος ἄδειαν ἡμῖν 5.14.4 οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ οὖν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην διὰ τοῦτο τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἔχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγα5.14.5 θότητος ἐν γαστρὶ συλλαβεῖν αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σειρέμ, τὸν σταυρὸν τὸν φορούμενον παρ' αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. καὶ τούτου ἕνεκεν κἀγὼ καὶ ἡ Σειρὲμ τὸν σκοπὸν τοῦτον ἔχομεν, ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον 5.14.6 τὸν σταυρὸν κρατῶμεν. καὶ συνείδομεν ἀντ' αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τριακοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας 5.14.7 ἐκπέμψαι. καὶ ἐξ οὗ τὴν τοιαύτην ἐν ἐμαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν εἰς τὸ ῾Ρησωνχοσρών, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπές μοι ὅτι ἡ 5.14.8 Σειρὲμ ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων, καλῶς, καλῶς. καὶ διὰ τὴν σὴν ἁγιωσύνην καὶ ἐλεημοσύνην, καὶ διὰ τὸ πάνσεπτόν σου ὄνομα, καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σειρὲμ τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ 5.14. εἶδεν. ἐγὼ δὲ οὐκ ἐδίστασα εἰς τοῦτο, ἀλλὰ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ ἀληθινὸς δοτὴρ τῶν αἰτήσεων. μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων 5.14.10 ἀλήθειαν. παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν [γενέσθαι καὶ] πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν 5.14.11 κεκοσμημένον χρυσίῳ. τὰ δὲ λοιπὰ μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν αἴτησιν ταύτην εἰσέλθῃς εἰς βοήθειάν μου καὶ Σειρέμ. καὶ ὃ διὰ τῆς πρεσβείας σου γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος, καὶ τῷ θελήματί μου καὶ Σειρὲμ εἰς τέλεον προέλθοι, ἵνα κἀγὼ καὶ ἡ Σειρὲμ καὶ πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν καὶ εἰς σὲ ἔτι πιστεύωμεν." 5.14.12 ᾿Ες τάχος τοιγαροῦν ὡς τὸ τέμενος ὁ ἀποσταλεὶς ἀφικνεῖται, τὰ δὲ δῶρα τὰ τοῦ