1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

61

βασιλεὺς ὁ Βαβυλώνιος δεδιὼς μὴ ταῖς ἀπειλαῖς τῶν λόγων ἐκτραχύνῃ τὸν τύραννον πρὸς τὸ ἀπειθέστερον, κρύπτει μὲν παρ' ἑαυτῷ τὸ δοκοῦν, καὶ ὥσπερ ὑπὸ παραπετάσματι τῳ ἐπιπλάστῳ τῆς κολακείας τὴν τοῦ Βαρὰμ ὑποκλέπτων δευτέραις ἀξίωσιν καθυφεῖναι τοῦ ὄγκου τὸν ἀντιπράττοντα, τάδε πως ἐν 4.8.4 βιβλίῳ ἐγχαράξας αὐτῷ. οἶμαι δ' οὐκ ἀναξιόλογον καὶ αὐτὴν τὴν συνθήκην προθεῖναι τῆς λέξεως, ἵνα τῷ ἀμεταμόρφῳ τῆς τῶν πραγμάτων ἐκθέσεως ἀθόλωτα τὰ τῆς ἀληθείας ἀρύσοιντο οἱ ξένων καὶ ἀκορέστων ἀφηγημάτων κατορεγόμενοι. 4.8.5 "Χοσρόης, βασιλεὺς βασιλέων, δυναστευόντων δεσπότης, κύριος ἐθνῶν, εἰρηνάρχης, τοῖς ἀνθρώποις σωτήριος, ἐν θεοῖς μὲν ἄνθρωπος ἀγαθὸς καὶ αἰώνιος, ἐν δὲ τοῖς ἀνθρώποις θεὸς ἐπιφανέστατος, ὑπερένδοξος, νικητής, ἡλίῳ συνανατέλλων καὶ τῇ νυκτὶ χαριζόμενος ὄμματα, ἐκ προγόνων ἐπίσημος, βασιλεὺς μισοπόλεμος, χαριστικός, ὁ τοὺς ῎Ασωνας μισθούμενος καὶ τὴν βασιλείαν Πέρσαις διαφυλάττων, Βαράμ, 4.8.6 στρατηγῷ Περσῶν, ἡμετέρῳ δὲ φίλῳ. ὑπομνηστικὸν τῆς πολυθρυλήτου ὑμῶν ἀνδρείας ἐδεξάμεθα, καὶ γνόντες ὅτι ὑγιαίνετε ἐχαροποιήθημεν. τινὰ δ' ἐν τῇ ἐπιστολῇ ῥήματα παρετέθησαν, ἃ ἐκ τῆς σῆς οὐκ ἐγεννήθησαν καρδίας· ἀλλ' ἴσως ὁ τοῦ γράμματος ὑπουργὸς οἴνῳ πολλῷ μεθυσθεὶς καὶ ὕπνῳ ἀμέτρῳ περιβληθεὶς μάταια καὶ ἀλλόκοτα ἐνύπνια 4.8.7 συνεγράψατο. ἀλλ' ἐπειδὴ τὰ δένδρα ἐν ταῖς ἡμέραις ταύταις τὰ ἱμάτια ἀπεδύσαντο, καὶ οὐκ ἰσχύουσι τὰ ἐνύπνια, διὰ τοῦτο οὐκ ἐταράχθημεν. ἡμεῖς δὲ καὶ τὸν βασίλειον θρόνον καλῶς ἀπελάβομεν καὶ τὰ νόμιμα Πέρσαις οὐκ ἀνετρέψαμεν, τοὺς δ' ἐκ φυλακῆς διασωθέντας πάλιν φυλακῆς οὐ πείρωμεν· 4.8.8 οὐ γὰρ πρέπει βασιλέως δωρεὰν χηρεύειν δυνάμεως. τὸ μὲν οὖν διάδημα ἐπὶ τοσοῦτον τεθαρρήκαμεν μὴ ἀποτίθεσθαι, ὡς ἐλπίζειν ἡμᾶς, καὶ εἴπερ ἄλλοι εἰσὶ κόσμοι, κἀκείνων βασιλεύειν. ἐρχόμεθα δὲ πρὸς σὲ βασιλικώτερον, ἢ λόγοις πείσοντες ἢ τοῖς ὅπλοις καθυποτάξοντες. ἐὰν θέλῃς εὖ ἔχειν, φρόνει τὰ δέοντα. ὑγίαινε, ἐσόμενος ἡμῶν ἄριστος σύμμαχος." 4..1 ῞Οτε γοῦν ταῦτα ἐπεπόμφει ὁ βασιλεὺς τῶν Μήδων τῷ τυράννῳ Βαράμ, αἱ δυνάμεις πάντοθεν ἠρανίζοντο. συλλέγει τε τὸ ὁπλιτικὸν τούς τε περὶ τὸ ᾿Αδραβιγάνων τούς τε ἐπικαθημένους τοῖς μέρεσι τοῦ Ζαβᾶ ποταμοῦ, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀνὰ τὴν Νίσιβιν στρατοπεδευομένους ἀνελέξατο ὡς τάχος. 4..2 καὶ δῆτα ὁπηνίκα τὰς ἐπισωρευθείσας αὐτῷ δυνάμεις εἰς ἕνα ἐπεστοίχισε χῶρον χρήμασι φιλοφρονησάμενος, τότ' ἄρ' ἡγεμόνας προΐστησιν, τὸν μὲν Σαράμην τοῦ δεξιοῦ ἐπιστατεῖν παρακελευσάμενος στίφους, Ζαμέρδην δὲ τοῦ εὐωνύμου κλίτους προστάττει ἡγήσασθαι, τὸν δὲ Βινδόην τὴν μέσην περιβάλλεσθαι φάλαγγα τῶν τε ὀπισθοφυλάκων ἀντέχεσθαι παρε4..3 κελεύετο. ἀπάρας τοίνυν ἐκ τῶν βασιλείων ὁ Περσῶν βασιλεὺς προσομιλεῖ πεδίῳ τινί, ἐν ᾧ ποταμὸς περιεκέχυτο ἑκατέρας 4..4 δυνάμεως διαρρέων μεσαίτατος. ἐπὶ τῶν ὄχθων τοίνυν τοῦ ποταμοῦ ἑκατέρας στρατιᾶς ποιησαμένης τὴν σύστασιν, καὶ πολλῶν λόγων ἀπό τε Χοσρόου καὶ Βαρὰμ διαπορθμευομένων ἀπὸ πρώτης ἕω μέχρις ἑσπέρας ἐπιτολῆς, καὶ τῆς διαλέξεως εἰς ἀέρα χεθείσης, καὶ μηδαμῇ μηδαμῶς εἰρηναίας λήξεως κληρωσαμένης ἀποπεράτωσιν, ὁ πόλεμος ἐκαττύετο, ἥ τε μάχη 4..5 ἐκυοφόρει μεγάλων κακῶν ἐπιφοίτησιν. τοίνυν ἐκδρομαί τε ἤδη ἐγίνοντο ἀκροβολισμοί τε, καὶ ταῦτα δὴ ταῦτα τὰ τῆς παρατάξεως προπύλαια φιλοπόλεμα. ὁ μὲν οὖν Βαράμης τάφρον περιεβάλετο τά τε ἄλλα τὰ εἰς ἀσφάλειαν τῆς μαχίμου 4..6 δυνάμεως ἐτεκταίνετο· ὁ δὲ Χοσρόης οὐ θαρρῶν χάρακα ἐν πεδίῳ περιστοιχώσασθαι ἡμέρας μὲν διατελούσης πολεμησείων ὥσπερ πως ὑπεφαίνετο, νυκτὸς δ' ἐπιούσης εἴσω τῆς πόλεως τὰς δυνάμεις περιεφρούρει συγκλείσας. ἐντεῦθεν οὐκ εἰς ὀλίγην καταπεπτώκει ἀθυμίαν τὰ περὶ τὸν Χοσρόην στρατεύ4..7 ματα. ὁ δὲ Βαράμ, ὅτε κατάδηλος ἡ τῆς ἀντιθέτου δυνάμεως γέγονέ που δειλία, ἐθάρρησε λοιπὸν μὴ κλέψαι τὸν πόλεμον· οὓς γὰρ ἐνῆν βιάσασθαι ἐς τὸ φανερόν, τούτους οὐκ ἐδοκίμαζε