1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

16

γενόμενοι ἐν τοῖς προπυλαίοις τῶν βασιλέων ἐλιπάρουν ταῖς εὐφημίαις τὸν νυμφίον τὸν Καίσαρα ἐπὶ θρόνου καθίσαντα ἐπιφαίνεσθαι τοῖς στρατεύμασι καὶ γαμήλια δῶρα τοῖς ὑπη1.10.6 κόοις χαρίζεσθαι. ἡ δὲ παστὰς ἡ βασίλειος μεγαλουργῶς ἐκεκόσμητο ἐν τῷ περιβόλῳ τῶν πρώτων μεγάλων τῶν βασιλέων σηκῶν χρυσῷ καὶ λίθοις ἀγερώχοις κατάκοσμος· ναὶ μὴν καὶ ἁλουργοῖς ἱματίοις βαφῆς δευσοποιοῦ Τυρίας μεγα1.10.7 τιμίου περιπόρφυρος ἦν. ἡ δὲ Τιβερίου παῖς ἡ παρθένος ἡ νύμφη προηγεῖτο τοῦ βασιλέως ἐπὶ τὸν γαμήλιον θρόνον ὡς ἐν παραβύστῳ ὅσον οὔπω ὀψομένη τοῖς δήμοις, τῶν λεπτῶν ὑφασμάτων ἀθρόον διασταλέντων ὡς ἐν συνθήματι. παραυτίκα δ' ὁ βασιλεὺς ἐπὶ τὸν παστὸν παραγίνεται ὑπὸ 1.10.8 πολλῶν λευχειμόνων ἀνδρῶν περιφανῶς προπεμπόμενος. καὶ οὖν ἄνεισιν ἐν τοῖς ὑψηλοῖς προπετάσμασι πομπεῦσαί τε ἅμα τοῖς θεαταῖς τὴν βασίλειαν καὶ περιπτύξασθαι. παρῆν δ' ὁ τοῦ βασιλέως νυμφευτής· εὐνοῦχος δ' ἄρα ἦν οὗτος τοῦ αὐτοκράτορος, Μαργαρίτης ὄνομα αὐτῷ, ἀνὴρ περίβλεπτος 1.10. ἐν τῇ ἑστίᾳ τοῦ βασιλέως. ἡ δὲ βασίλεια ἐξανέστη τοῦ θρόνου τὸν γαμέτην τὸν βασιλέα γεραίρουσα, ἀνέκραγόν τε οἱ δῆμοι ὑμέναιον. ὁ δὲ νυμφαγωγὸς κύλικι τοὺς νυμφίους ὁρώντων τῶν δήμων ἐφιλοφρονήσατο. οὐ θέμις γὰρ ἦν ἐπιθέσθαι στεφάνους· οὐ γὰρ ἰδιῶται ἐτύγχανον ὄντες οἱ νυμφευόμενοι· 1.10.10 ἤδη γὰρ τοῦτο τῷ βασιλικῷ ἀξιώματι προκατείληπτο. ταῦτα μὲν δῆτα τῇ προτεραίᾳ. ἡ δὲ πόλις ἐπανηγύριζεν ἐν ἡμέραις ἑπτὰ ἀργυρέοις τε ἐστεφάνωτο σκεύεσιν· κοῖλαί τε γὰρ πίνακες καὶ λεκανίδες καὶ κυλίχναι καὶ τρύβλια μαγίδες τε καὶ κανᾶ, πλοῦτος ῾Ρωμαϊκὸς διεκέχυτο, τρυφή τε χρυσέου κόσμου, τὰ οἴκοι μυστήρια, θέατρον ἦν τοῦ βουλομένου 1.10.11 παντὸς ἑστιᾶσαι τὰς ὄψεις, αὐλοί τε καὶ σύριγγες καὶ κιθάραι περιελάλουν ἀνειμένον ὁμοῦ καὶ ἐπαγωγόν, πολλοί τε τῶν θαυματοποιῶν πανημέριοι τὰς σφῶν αὐτῶν εὐτραπελίας τοῖς 1.10.12 φιλοθεάμοσιν ἐθριάμβευον, οἵ τε ἐπὶ σκηνῆς λοιδορούμενοι οἷς ἂν ἐθέλοιεν μετὰ μεγίστης ἁμίλλης τὰς γελωτοποιοὺς δραματουργίας οἷα περὶ σπουδαίου τινὸς τοῦ πράγματος ἐπεδείκνυντο, ἱππικοί τε ἐτελοῦντο ἀγῶνες, καὶ ὁ βασιλεὺς εἱστία τοὺς ἐν τέλει ἐν τῇ τῶν βασιλέων οἰκίᾳ. καὶ οὕτως ὁ περίδοξος ἐκεῖνος κατεπέπαυτο γάμος. 1.11.1 ᾿Επεὶ δὲ τὸν ἱστορίαν ἀναγραφόμενον τὰς ἐπισήμους τῶν πράξεων παντί που προῦπτον ἐς μέσον προτίθεσθαι, ἄγε δή, φέρε καὶ τὰς δυσχερεστέρας τύχας τοῖς φαιδροτέροις ἐμμίξωμεν. ἦρος ἀρχομένου ἐν τῷ λεγομένῳ Φόρῳ (περίλαμπρος δ' οὗτος χῶρος τῆς πόλεως) φλόγες μαινόλεις πυρὸς ἐνεπίμπρων τὴν ὥραν τοῦ ἄστεος, καὶ θεραπεύειν τοῦ παμφάγου 1.11.2 πυρὸς οὐχ οἷόν τε ἦν τὸν θυμόν. ὅμως ὑπομαλάττουσι τὸ πῦρ οἱ τῆς πόλεως ῥείθροις χρυσοῖς ὥσπερ ὑπονικήσαντες αὐτοῦ τὸ ἀμείλικτον· μεγάλη γὰρ ἐτύγχανεν οὖσα ἡ ῥύμη τοῦ πνεύματος, ὡς μικροῦ δεῖν τῆς αἰθάλης μεταλήψεσθαι ἅπαν τὸ πόλισμα. 1.11.3 Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν Παυλῖνός τις, ἀνὴρ τῶν οὐκ ἀσήμων τῆς πόλεως, πλείστης παιδείας μετειληφώς, ἐπὶ τὸ τῶν γοήτων βάραθρον τὴν ψυχὴν κατωθήσας κατάφωρος γίνεται. ὁ δὲ τῆς ἐλέγξεως τρόπος τῶν παραδοξολογουμένων λόγων καθέστηκεν ἴδιος. λέξω δὲ τοῦτον πάνυ καθεστηκότα 1.11.4 θαύματος ἄξιον. ἀργύρεος λεκανίς τις ὑπῆρχε τῷ γόητι, δι' ἧς τὰς τῶν αἱμάτων χύσεις συνήθροιζεν, ὁπόταν ταῖς ἀποστατικαῖς προσωμίλει δυνάμεσιν. ταύτην τὴν λεκανίδα δια1.11.5 πωλεῖ ἄργυρον ἐμπορευομένοις ἀνδράσιν. οἱ μὲν οὖν ἔμποροι τὰς τῆς λεκανίδος τιμὰς ἀποδόμενοι τῷ Παυλίνῳ μετεκχωρεῖν ἐνεχείρουν τὸ σκεῦος καὶ πρὸ τῶν θυρῶν τοῦ ἑαυτῶν οἰκίσκου ταύτην προετίθεσαν ἐξουσίαν διδόντες ὠνήσασθαι τῷ βουλο1.11.6 μένῳ παντί. ἐδέησε τοίνυν τὸν ἐπισκοποῦντα τὴν πόλιν ῾Ηράκλειαν, ἣν Πείρινθον οἱ πάλαι ποτὲ κατωνόμαζον, κατ' ἐκεῖνο καιροῦ ἐς Βυζάντιον διατρίβειν καὶ θεάσασθαι πρὸς ἐκποίησιν ἠρτημένην τὴν λεκανίδα τοῦ γόητος. ταύτην ὠνεῖται περιχαρῶς καὶ