1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

27

διὰ τὸ εἰρηναῖον τοῦ ἐχυρώματος. οἷα γάρ τις μεσίτης αἰδέσιμος χάσμα τι μέγα ἐς μέσον ὑπῆν ἑκατέραν τε διέκρινε δύναμιν. συνηπίστατο γὰρ ὁ βάρβαρος ὡς οὐχ ὑπομενοῦσιν οἱ Πέρσαι ἀμέσως πως καὶ ἀθρόον τὸ νενικηκὸς ἐπιτιθέμενον τῷ νεαρῷ 2.8. τῶν ἀτυχημάτων πολεμίαν ὄψιν φέρειν οὐκ ἔχοντες. διά τοι τοῦτο ὁ Ζαβέρτας ἐς τὸ ἀντιπρόσωπον ἀνὰ τὸ χεῖλος τοῦ φάραγγος τὸ Περσικὸν ἐφηπλώσατο. καὶ ἦν ἡ φάραγξ μεταίχμιον ὡσπερεὶ τάφρος αὐτόματος, φύλαξ τις ἀγαθὸς ὁποτέραν πιστευόμενος δύναμιν, ἔνθα δὴ οἱ ῾Ρωμαῖοί τε καὶ 2.8.10 τὸ βάρβαρον οὐκ ὀλίγον διετέλεσαν χρόνον. τὸ δὲ ῾Ρωμαϊκὸν τῆς τάφρου ἐξάλλεσθαι κατωρέγετο συμπλοκῆς ἐφιέμενον. τοῦ δὲ Περσικοῦ τὴν ἐπιφορὰν ἀποκλίνοντος διὰ τὸν παραβρα2.8.11 βεύοντα φάραγγα, τέως ἀνακωχὴν ὁ φόνος ἐλάμβανεν. μετὰ τοῦτο γίνονται Πέρσαι ἐπὶ τὰ νῶτα τοῦ ῾Ρωμαϊκοῦ τὴν θέαν νυκτὶ παρακλέψαντες· περινοστοῦσι γὰρ λαθραίως περικυκλώσαντες τὴν φάραγγα καὶ περιφορᾷ τῆς βαδίσεως κατόπιν ῾Ρωμαίων ἐγίνοντο, κἀντεῦθεν ἄδειαν ἴσχουσι Πέρσαι ἀνὰ τὰς ὑπερωρείας τοῦ ὄρους στρατοπεδεύεσθαι, ἵνα ἵδρυται τὸ 2.8.12 Χλομαρῶν. τοιγαροῦν ῾Ρωμαίους συνέβαινε τῶν ἐκεῖσε ἀπάραντας ὑπὸ τοὺς πρόποδας τοῦ ὄρους διορύττειν τὴν τάφρον. ἐς τοσοῦτον ἀγχίθυροί τε καὶ γείτονες ἀλλήλων αἱ δυνάμεις ἐγένοντο, ὡς καὶ τὴν ἀλλήλων συνιέναι φωνὴν καὶ τοῦ χρεμετίσματος τῶν ἵππων ἐς τὸ τρανὲς ὑπαισθάνεσθαι. διά τοι τοῦτο τῆς τοῦ Χλομαρῶν πολιορκίας ῾Ρωμαῖοι ἀπέχονται· οὐ γὰρ οἷόν τε ἦν τὸ φρούριον αὐτοῖς τὸ λοιπὸν παραστήσεσθαι. 2..1 Τῇ δ' ἐπιούσῃ ἀμφὶ πρώτην τῆς νυκτὸς φυλακήν, ὑπὸ τὸν βαρύτατον ὕπνον, δέος τι ἀνήκεστον τὸν στρατηγὸν διετάραξε καὶ πρὸς ἀπόδρασιν παράλογον τοῦτον ἐξέμηνεν. 2..2 οὐκοῦν ὡς εἶχε δέους, ἐπεὶ τοῦ δείματος οὐχ οἷός τε ἦν φέρειν τὴν ἔφοδον, ᾤχετο ἀπιών, μηδενὶ τῆς ἀναχωρήσεως 2..3 μεταδοὺς τῆς ἑπομένης πληθύος αὐτῷ· ἐς τοσοῦτον ἐληλάκει δυνάμεως ἡ κατάπληξις, καίτοι τοῦ Μηδικοῦ οὐκ ἀντίρροπον ἔχοντος ῾Ρωμαίοις τὸ δύνασθαι, καὶ μέντοι καὶ τοῦ λιμοῦ 2..4 ἐς τὸ ἰσχυρὸν τὸ βάρβαρον παραθλίβοντος. ἐπιβαίνει γοῦν τοῦ ᾿Αφούμων ὁ στρατηγὸς τὸ τηνικαῦτα καιροῦ ὑπὸ ῾Ρωμαίους ὑπάρχοντος. οὐκοῦν δείματα καὶ φόβοι θόρυβοί τε καὶ ἀπορίαι τῷ ῾Ρωμαϊκῷ περιπίπτουσιν. καὶ τὸ κακὸν ἀπαρη2..5 γόρητον ἦν· ἀσελήνῳ γὰρ νυκτὶ ἐμηκύνετο. οἱ μὲν οὖν διέφευγον καὶ διήνυον τῶν ἀτραπῶν τὰ δυσέξοδα καὶ μετὰ κινδύνων τὰς ἀποφοιτήσεις ἐπεποίηντο, καὶ ὁ λόγος τῆς ἀποδράσεως ἦν ἀνεξέταστος· οἱ δὲ βάρβαροι διηπόρουν τί ἂν παλαμῶνται ῾Ρωμαῖοι, καὶ δυσέφικτος ἦν ἡ κατάληψις. 2..6 συρρέουσι τοίνυν τὰ πλήθη τῷ μεσίτῃ τῷ φάραγγι καὶ ἐξαισίοις κακοῖς περιβάλλονται, ἐν σκοτομήνῃ τῶν ὑποζυγίων 2..7 ἐν τῇ τάφρῳ ὥσπερ διολλυμένων τοῖς ὀλισθήμασιν. τῶν δὲ ῾Ρωμαίων συστρεφομένων τε καὶ ἀνελιττομένων, ὠθούντων τε καὶ ὠθουμένων ταῖς περιτροπαῖς, λύσιν οὐκ ἦν ἐκείνους εὑρεῖν τοῦ συνέχοντος· τοιοῦτό τι κακὸν ἀμαθία στρατηγοῦ 2..8 ἀπεκύησεν. καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περσικοῦ δέκα δῆτα παιδάρια, τούτων δῆτα τῶν περιαγομένων τὴν ἀποσκευὴν ἀπὸ τοῦ χάρακος καὶ διυπηρετουμένων τῷ βαρβάρῳ, κατεκελάδησαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς ἅτε δὴ τῆς πληθύος τῶν Περσῶν συνεπομένης αὐτοῖς καὶ ὅσον οὔπω μεταληψομένης τοῦ φόνου, τὸ ῾Ρωμαϊκὸν ἅπαν καταδιόλωλε σύνταγμα, ὡς κινδυνεύειν, οἶμαι, καὶ ἄγγελον τῆς συμφορᾶς ἀποσώζεσθαι. τοσοῦτον αὐτοῖς κακὸν αἱ τῆς ἀβουλίας λαγόνες ὠδίνησαν. 2.. καὶ οὖν ὑπὸ τὰ ἑωθινὰ καταυγάσματα περισχιζομένου τοῦ σκότους, μόλις τὸ ῾Ρωμαϊκὸν διεξωδεύετο στράτευμα καὶ ἐς τὸ ᾿Αφούμων μεταβιβάζεται. ἐντεῦθεν βλασφημοῦσι τὸν στρατηγὸν αἱ δυνάμεις καὶ εἰς ὑπήκοον ἐκωμῴδουν αὐτόν. 2..10 τὸ δὲ Περσικὸν σχολαίως καὶ ἠρέμα παρείπετο. οὐκ ἐθάρρει γὰρ ἐς τὸ φανερὸν χεῖρας ἐμμίξαι· οὐ γὰρ κατάφωρον αὐτῷ 2..11 ἐγεγόνει ἐκδειματούμενον τὸ πολέμιον. οὐραγοῦσι τοίνυν, καὶ τὰ κατόπιν τῆς ῾Ρωμαίων δυνάμεως τόξοις ἐβάλλετο, ἐπετοξάζοντό τε οἱ