1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

62

τὴν ἀπάτην καταιτιάσασθαι καὶ θόλον τοῖς 4..8 θριάμβοις διὰ τὸν δόλον παρέχεσθαι. ὁ δὲ Χοσρόης ὑπολαβών τινας συνδιατίθεσθαι τοῖς ὑπὸ τοῦ τυράννου διεγχειρουμένοις φόνῳ διεχρήσατο τούτους. δευτέρᾳ δ' ἡμέρᾳ τὰς περὶ αὐτὸν δυνάμεις καταβεβλημένας τὰς ψυχὰς ἑωράκει. διά τοι τοῦτο πρὸς ἀπόδρασιν εἶδε τήν τε ἀποφυγὴν τοῖς 4.. ἀμφ' αὐτὸν γυναίοις προκατειργάζετο. οὕτω δὴ τῶν πραγμάτων διακειμένων, ἑβδόμη ἡμέρα, καὶ ὁ Βαράμ, οὐκ ἐθέλοντος Χοσρόου πρὸς παράταξιν ἀπαντῆσαι, νυκτομαχίαν ἐν σκοτομήνῃ συνίστησιν ἐπιπίπτει τε τοῖς περὶ τὸν Χοσρόην στρα4..10 τεύμασιν. φοβερᾶς τοιγαροῦν οὔσης τῆς καταπλήξεως, μεγάλου τε θορύβου ἐξαπιναίως φοιτήσαντος, τῆς τε θραύσεως πρῶτα τοῖς νωτοφόροις ζώοις ἐπιφερομένης ὑπὸ τῶν πολεμίων, εἶτα καὶ πρὸς τοὺς συμμάχους Χοσρόου μεταβεβηκότος τοῦ φόνου, πολλῶν τε ἀναιρεθέντων, μετατίθεται τὴν γνώμην τὸ μάχιμον αὐτομολεῖ τε πρὸς τὸν Βαρὰμ καὶ ταῖς 4..11 ἀμφ' αὐτὸν δυνάμεσιν ἀναμίγνυται. ὁ μὲν οὖν Χοσρόης τὴν ἀκρώρειαν τῶν δυστυχημάτων φέρειν οὐκ ἔχων, ᾗ ποδῶν εἶχε δυνάμεως, διαδιδράσκει τὸν μέγαν τοῦτον καὶ παραδοξότατον κίνδυνον μετά τινων εὐαριθμήτων ὑπασπιστῶν. 4.10.1 καὶ οὕτω τῆς βασιλείας ἐκπεπτωκὼς τὴν Κτησιφῶντά τε καταλιπὼν καὶ τὸν Τίγριν διανηξάμενος ποταμὸν διηπορεῖτο ὅ τι καὶ δράσειεν, τῶν μὲν πρὸς τὸ Σκυθικὸν τὸ ἑῷον, οὓς Τούρκους λέγειν εἰώθαμεν, γενέσθαι εἰσηγησαμένων αὐτῷ, τῶν δ' ἐν τοῖς Καυκασίοις ἢ ᾿Ατραπαϊκοῖς διασώζεσθαι 4.10.2 ὄρεσιν. οὕτω μὲν οὖν ἠμηχάνει ἐκεῖνος ἐπὶ τῇ βασάνῳ τῶν παραινέσεων. τοιγαροῦν κομιδῇ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως· εἴς τε τὸν οὐρανὸν ἀποβλέψας καὶ τοῦ δημιουργοῦ εἰς ἔννοιαν γεγονὼς ἀγνωμονῶν τε τοὺς ἐπιπλάστους θεοὺς τῷ τε Μίθρᾳ μηδέν τι τῆς ἐλπίδος προσενεγκάμενος εἰκότως ἠμαύρωσε τὸ τῶν κινδύνων ὀξύρροπον, καὶ τὴν πίστιν μεταβαλόμενος μεταβάλλει 4.10.3 καὶ τὴν τύχην πρὸς δεξιότητα. τῷ μὲν οὖν χαλινῷ χαίρειν εἰπὼν τάς τε εὐθετιζομένας ἡνίας παρακρουσάμενος ἠξίου ὑπὸ τῆς ἵππου ἰθύνεσθαι τόν τε ἐπιβάτην ὑπὸ τοῦ ἐποχοῦντος κυβερνᾶσθαι πρὸς τὰ συμφέροντα, θεῷ καὶ ἵππῳ τὰς κρίσεις πεπιστευκὼς τῶν ἐκβάσεων· οὕτω γὰρ ηὐδόκησεν ὁ καιρὸς μεγάλην ἀποσχεδιάσαι τῷ κόσμῳ πραγμάτων ὑπόθεσιν. 4.10.4 ἡ μὲν οὖν ἵππος ἐκείνη ἡ βασίλειος ἦγε τὸν ἐπιβάτην φυγάδα ἀνὰ τὴν ἔρημον. ταύτην δὲ διανύσας καὶ τὸν Εὐφράτην ποταμὸν παραμείψας τῷ ᾿Αββαρέων καὶ ᾿Ανάθωνπλησιάζει φρουρίοις· ταῦτα δ' ὑπὸ τὸ Περσικὸν ἐφορολογεῖτο πολίτευμα. ἀπάρας δ' ἐντεῦθεν Χοσρόης ἀφικνεῖται ἐπὶ τὸ 4.10.5 Κιρκήνσιον ἐχόμενα πόλεως. δέκα δὲ σημείοις ἀγραυλιζόμενος ἀπεκπέμπει ἀγγέλους εἰς τὸ Κιρκήνσιον παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου συμμαχικὸν ἀπὸ ῾Ρωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. 4.10.6 ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προῄεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν 4.10.7 ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ' ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ 4.10.8 ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δ' ἡμέρα, καὶ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ἐξῄτει τὸν Πρόβον διὰ γράμματος πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους 4.10. κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δ' ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν ῾Ιερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου