1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

20

τοῦ 1.14.7 μέλλοντος ὠχυρώσατο. ἐπιστὰς δὲ τῷ πολίσματι ὁ Περσῶν στρατηγὸς οὐχ οἷός τε ἦν παραστήσασθαι τοῦτο. τοιγάρτοι εἰσήρρησεν ἐπὶ τὰ προάστεια τῆς Μαρτυροπόλεως καὶ τὸν ᾿Ιωάννου τοῦ προφήτου κατενεπίμπρα νεών, ὡς ἀπὸ σημείων δυοκαίδεκα ὄντα τῆς πόλεως κατὰ τὸν ἑσπέριον κρόταφον. 1.14.8 ἔνθα δὴ καὶ φροντιστήριον ἐτύγχανεν ὂν ἀνδρῶν φιλοσόφων τὸν βίον. μοναχοὶ δὲ ἄρα οὗτοι κατονομάζονται, οἷς ἔργον προεκδημῆσαι τοῦ σώματος καὶ ζῶντας τεθνάναι καὶ σώφρονι μανίᾳ τινὶ μεταφοιτᾶν πρὸς τὰ κρείττονα. ἀνέστησε δὲ καὶ 1.14. τοῦτο ἐκ βάθρων ὁ βάρβαρος. τῇ δ' ἐπιούσῃ ἄρας ἐντεῦθεν ἐπὶ τὸ Ζόρβανδον χωρίον ἐφοίτησε καὶ τοῖς ἀμφ' αὐτὸν διετάξατο μηδαμῶς που τοῦ χάρακος ἀπολείπεσθαι· ὀγδόῃ 1.14.10 δ' ἡμέρᾳ ἐς τὰ οἴκοι κατῆρεν. ἐδόκει δέ που καὶ αὐτὸς λῃστρικώτερον τῶν ῾Ρωμαϊκῶν ἐπιβήσεσθαι καὶ τὴν αὐτὴν ῾Ρωμαίοις ἀπενέγκασθαι δόξαν. ὁ δὲ στρατηγὸς τῆς νόσου ἀπήλλακτο καὶ τὸν χάρακα διελύσατο (χειμῶνος γὰρ ὥρα ἤδη που παρεφαίνετο) καὶ τὸν βασιλέα ἀσπασόμενος ἐς Βυζάντιον ἧκεν. 1.15.1 ῏Ηρος δὲ παρανίσχοντος, καὶ ἀλέας ἐπιφοιτώσης τῇ γῇ, Φιλιππικὸς τῆς βασιλίδος ἐξεδήμησε πόλεως. ἐπεὶ δὲ τῆς ᾿Αμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ ῾Ρωμαίοις χρήμασι τὰς σπονδὰς σφετερίζεσθαι Μεβόδην τὸν σατράπην ὡς τὸν 1.15.2 στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβόδης ὁ Πέρσης παρὰ τοὺς ῾Ρωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον. ὁπηνίκα δ' ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο. 1.15.3 "῎Ανδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν.) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρακότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ 1.15.4 ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς 1.15.5 καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐπιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος, ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν 1.15.6 ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀΐδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν 1.15.7 ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐπ' ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ 1.15.8 ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ ῾Ρωμαῖοι, πάλαι τὴν παρρησίαν τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν 1.15. ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα 1.15. ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ ῾Ρωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι ῾Ρωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. 1.15.10 οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι ῾Ρωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος." 1.15.11 ῎Ετι τοίνυν παρατείνοντος τοῦ λόγου, τοῦ πρέσβεως ῾Ρωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ