1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

84

οἱ μὲν οὖν ἐντιμότεροι τῶν ἐς συγκλήτου βουλὴν κατελιπάρουν τὸν Καίσαρα χειροτονῆσαι στρατηγὸν τῷ πολέμῳ καὶ ἀναβολὴν τὰ τῆς βασιλικῆς ἐπι5.16.3 βολῆς ἀποφέρεσθαι. ἐπεὶ δὲ οὐκ ἔπειθον, ὁ τῶν ἱερατικῶν ταγμάτων ἡγούμενος ἐδεῖτο τὸν βασιλέα ἀποστράτηγον εἶναι, ἑτέρῳ δὲ τὰ τῆς ἀγωνίας περιβαλεῖν. ἐπεὶ δὲ οὐδὲ οὗτος αἰδέσιμος ἦν ἐξαιτούμενος, ἡ βασίλεια ἅμα τοῖς παισὶ ποτνιωμένη ἠντιβόλει τὸν γαμέτην τὸν Καίσαρα ἐπὶ δευτέρας γενέ5.16.4 σθαι φροντίδας. ὡς δὲ καὶ ταύτης ἡ ἀξίωσις πρόσωπον οὐκ ἔσχεν αἰσχυντηλὸν ἢ μέλος πειθήνιον, ἐξεχώρει τῶν βασιλείων ὁ αὐτοκράτωρ Μαυρίκιος παρασάγγην ἕνα καὶ ἡμιόλιον· 5.16.5 ῞Εβδομον δὲ ἄρα τοῦτο τοῖς Βυζαντίοις ὠνόμασται. κατ' ἐκείνην γοῦν τὴν ἡμέραν ἡλίου μεγίστη γέγονεν ἔκλειψις. ἔνατον δὲ ἄρα τοῦτο ἔτος ἐτύγχανεν ὂν Μαυρικίου τοῦ αὐτοκράτορος. ἐπεγένοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος τε βίαιος, ὡς μονονουχὶ καὶ τὴν ἐπιβύθιον ψηφῖδα 5.16.6 ἀναρρίπτειν τῷ θόλῳ τοῦ σάλου. ὁ μὲν οὖν αὐτοκράτωρ ἀκηκοὼς ∆αλαυζὰν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρ5.16.7 χετο. τυχεῖν δὲ γλιχόμενος καὶ θείας τινὸς ἐποπτίας συστρατευσομένης αὐτῷ ἐπὶ τὸ μέγα τῆς θρησκείας κατεπαννυχίζετο τέμενος τὸ ὑπὸ ᾿Ιουστινιανοῦ ᾠκοδομημένον τοῦ αὐτοκράτορος· ἐς προσηγορίαν δὲ τῆς τοῦ θεοῦ σοφίας τὸ ἱερὸν ἀνατέ5.16.8 θειται. μηδεμιᾶς τοιγαροῦν ὄψεως ἐνυπνίων ἐπιφανείσης αὐτῷ, λιταζόμενος ἅμα τῷ λαῷ εἰς τὴν πρὸ τοῦ ἄστεος τῆς θεομήτορος οἰκίαν διημέρευε μυσταγωγούμενος, καὶ τῆς θεανδρικῆς μετελάγχανε πανδαισίας· ὁ δὲ νεὼς πρὸς τῆς Πηγῇ 5.16. καταλέγεται. τῇ δὲ ὑστεραίᾳ ὁ βασιλεὺς ἀπάρας ἐντεῦθεν ἐπὶ τὸ λεγόμενον ῞Εβδομον γίνεται· ἑκταῖος δὲ τῷ ῾Ρηγίῳ προσέβαλλεν. ἐνταῦθα πλῆθος ἄπειρον τῶν μεταιτούντων 5.16.10 συνήθροιστο καὶ ἠξίου τι παρὰ τοῦ βασιλέως ἑλέσθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ συρρεύσαντα πλήθη τοῖς ἐκεῖσε βασιλείοις ἐναποκλείσας φιλανθρωπίας ἠξίου, ἱκανά τε κατακερματίσας ἀργύρια ἐψυχαγώγει τῆς ἀθροισθείσης πληθύος τὸ τῆς πενίας κατώδυνον, ὄρθριός τε γενόμενος ἐγκελεύσας 5.16.11 τε τὰς σάλπιγγας τῆς πορείας ἀπήρχετο· ἐπί τε τοίνυν ῾Ράμφος γενόμενος ὑπὸ τῶν σωματοφυλάκων προεπομπεύετο. ἡ δὲ ἔκταξις εἰς μῆκος διέτεινεν. ὁ δὲ αὐτοκράτωρ περιεγάνυτο τῷ σχήματι τῆς ἐκτάξεως τῆς προπομπούσης δυνάμεως. τὸ δὲ μάχιμον κατόπιν ἐβάδιζεν, τό τε ξύλον τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐς ὕψος ἐπὶ δόρατος χρυσοῦ ἀπῃώρητο καὶ 5.16.12 προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. ὑπὸ δὲ δευτέραν ἕω θηρίον παμμέγεθες (ὗς δὲ τοῦτο ἐτύγχανεν ὂν) ἐχώρει κατὰ τοῦ Καίσαρος. τοῦ τοίνυν βασιλείου ἵππου ὑποταραχθέντος τῇ ἀθρόᾳ τοῦ θηρίου ἀφίξει, τῆς καθέδρας 5.16.13 ἀποβαλεῖν τὸν βασιλέα τὸν ἐπιβάτην κατεστασίαζεν. τοῦ δὲ βασιλέως λίαν ἐπόχως ἐχομένου τοῦ χαλινοῦ, γίνεται ἄκων ὁ ἵππος πειθήνιος, τά τε τῆς ὄψεως ἀποβαλόμενος δείματα καὶ τὴν γνώμην μετέβαλλεν αὖθις ταῖς ἡνίαις οἰκονομού5.16.14 μενος. τὸ μὲν οὖν θηρίον ὑπὸ μηδενὸς πολεμούμενον ἀνανταγωνίστῳ ἀλκῇ τὴν πάροδον εἶχεν ἀζήμιον. ὁ δὲ αὐτοκράτωρ τοῦ θηρίου ἀφανοῦς γενομένου ἐπὶ τὸ μέτωπον τοῦ σταυροῦ διατυπώσας τὰ σήμαντρα, ὡς ἔθος ἐπὶ τῶν παραδόξων Χριστιανοῖς ἀπεργάζεσθαι, εἴχετο τῆς βαδίσεως ταῦτά που θαυμάζων τὰ τῶν ἐπηκολουθηκότων παράλογα.

6.τ.1 ΙΣΤΟΡΙΑ ϛʹ 6.1.1 Προσπελάσας τοιγαροῦν ὁ αὐτοκράτωρ τῇ Σηλυμβρίᾳ ἐπὶ τὴν

Πείρινθον, ἣν ῾Ηράκλειαν εἴθισται τοῖς νεωτέροις ἀποκαλεῖν, διὰ ναυτιλίας τὰς ὁρμὰς ἐποιεῖτο. τοίνυν ταχυναυτοῦσαι νῆες παρῆσαν τῆς περὶ αὐτὰς ἀρτίας