1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

13

γέγονε καὶ μετανάστην ἐνηγκαλίσατο καὶ ξένον καὶ ἔπηλυν εἰσῳκίσατο, ὅτε τῆς ἕω τοῦ τε ἀρχεγόνου φύλου ὁ σὸς ἀποδασμὸς ἀπερρωγὼς διε1.5.12 σχίζετο. μὴ τὸν καλὸν τῆς φιλοξενίας διαλύσῃς θεσμόν, καὶ κατείπωσι φιλανθρωπίας οἱ ἄνθρωποι, καὶ διδάξῃς τοὺς ἀκούοντας ὡς αἰτίαν κακῶν βδελύττεσθαι τὴν εὐσέβειαν. εἰ δὲ καὶ χρημάτων ἐρᾷς, ἤδη σοι τοῦτο παρὰ ῾Ρωμαίοις διήνυσται· φιλότιμον γὰρ τὸ ἔθνος, καὶ θησαυρὸς αὐτῷ τὸ μεγαλο1.5.13 πρεπὲς καὶ φιλόδωρον. ἔστι δέ σοι καὶ γῆ εὐρεῖά τε καὶ πολλῷ τῷ μήκει τὴν ἐπίδοσιν ἔχουσα, ὡς μήτε στενοχωρεῖσθαί ποτε τοὺς οἰκήτορας μήτε θρύψεως ἀπορεῖν τοὺς ἐπι1.5.14 βαίνοντας. ἐπάνηκε τοίνυν ἐπὶ τὴν σαυτοῦ, ἣν καὶ σοὶ ῾Ρωμαῖοι πεφιλοτίμηνται, καὶ περαιτέρω τῶν σῶν ὅρων τὴν 1.5.15 σὴν μὴ μετοχέτευε δύναμιν. οὐδὲν γὰρ ἀδικήσουσιν ἄνεμοι, εἰ καὶ ῥαγδαίως ἐπιφοιτήσωσιν, δένδρον εὐσθενὲς καὶ μετάρσιον, ᾧπερ ἡ κόμη πολλὴ στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι ἀμφιλαφές τε τὸ σκίασμα, ὅπερ διατρέφουσιν ὧραι καὶ ὕδωρ, ἢ τοῖς ὀχετοῖς κατάρδον, ἢ τοῖς ὑετοῖς οὐρανόθεν 1.5.16 περιλιμνάζον τε καὶ πιαῖνον. οἱ δὲ καὶ ἀκόλαστον πόδα περαιτέρω τῶν οἰκείων ἐκτείνοντες μετά τινος ἐνδίκου ποινῆς ὀψέ ποτε φιλοσοφήσουσιν, τὴν αἰσχύνην ἀνιαροτέραν τῶν παθημάτων φέρειν οὐκ ἔχοντες." 1.6.1 ᾿Επεὶ δ' ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύμαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, τῶν ὀφθαλμῶν ὑποκροκαινομένων τῇ φλογὶ τῆς ἀνίας δι' ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται· τῶν τε ὀφρύων ἐς μέγα ἐξανισταμένων καὶ μικροῦ δεῖν τῶν μετώπων ἀπειλουσῶν ὑπερίπτασθαι, μέγιστος ἀπῃώ1.6.2 ρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντίολον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως, κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν ἀπειλού1.6.3 μενος. τῇ δ' ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατηυνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν ᾿Αβάρων δυνατώτατοι τὸν ἡγεμόνα ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας γοῦν ὁ Χαγάνος ἠτιμωμένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμόν σφισιν αὐτοῖς δωρησάμενος. 1.6.4 Τοῦ δ' ἐπιόντος ἔτους πάλιν ὁ ᾿Ελπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐξῄτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρώσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες 1.6.5 χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους εἰσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν ᾿Αβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν ᾿Ελπιδίῳ παρέπεμπεν. ἧκον δ' ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμολογία ἐγίνετο ἦ μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι ῾Ρωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν παρα1.6.6 μελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλπεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν ῾Ρωμαίοις τὸ τῶν ᾿Αβάρων ἐπιτίθεται φῦλον, ἀλλ' οὐκ ἀναφανδόν, ῥαδιουργικώτερον δέ πως καὶ δολερώτερον. 1.7.1 τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς ῾Ρωμαίων γῆς ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλουμένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς 1.7.2 ὄψεσι πολὺν ἀπεργάζονται φόνον. διὸ καὶ δεδιὼς βασιλεὺς τὰ Μακρὰ διεφρούρησε τείχη καὶ τὰς περὶ αὐτὸν τῶν στρατευμάτων πληθῦς ἀπεξῆγε τῆς πόλεως, ὥσπερ ἀξιολογώτατον 1.7.3 ἔρυμα περὶ τὸ ἄστυ αὐτοσχέδιον μηχανώμενος. τότε δή, τότε Κομεντίολος οὐκ ἄκομψον ταξιαρχίαν πιστεύεται κατά τε τὴν Θρᾴκην ἐπιὼν ἀπελαύνει τῶν Σκλαυηνῶν τὰ πλήθη, ἀφικνεῖται δὲ καὶ κατὰ τὸν ᾿Εργινίαν, οὕτω καλούμενον ποταμόν, καὶ ἀδοκήτως ἐπιστὰς τοῖς Σκλαυηνοῖς