1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

107

Εὐρώπην καταλιπεῖν ἂν δοκιμάζειν αὐτοὺς καὶ πρὸς τὴν ᾿Ασίαν μεταφοιτᾶν πρός τε Χαλκηδόνα ποιή7.15.6 σασθαι τὴν μετάστασιν. ἡ δὲ Χαλκηδὼν πόλις καθέστηκεν εἰς τὸ ἀντιπέρας τοῦ βασιλείου πολίσματος. ἐνομίζετο γὰρ ὁρμητήριον εὔθετον ὑπεῖναι τοῖς Βυζαντίοις ἡ Χαλκηδών. 7.15.7 ὁ δὲ αὐτοκράτωρ τοὺς σωματοφύλακας ἀναλαβών, οὓς ἐξκουβίτωρας ῾Ρωμαῖοι ἀναγορεύουσιν, καὶ τὸ ὁπλιτικὸν συλλεξάμενος τὰ Μακρὰ διεφρούρησε τείχη. ὑπῆν δὲ αὐτῷ καὶ ἐκ 7.15.8 [τῆς] τῶν δήμων τῶν ἐς Βυζάντιον πλείστη ἀπόμοιρα. ὀγδόη δὲ ἡμέρα, καὶ ἡ σύγκλητος παρῄνει τῷ Καίσαρι πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλεσάμενος τὸν ῾Αρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν 7.15. Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν ῾Αρμάτων ἐς τὰ ∆ριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας κατοδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν 7.15.10 τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ 7.15.11 βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ Χαγάνος δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενος "ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα." καὶ γοῦν ὁ πρέσβις πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς 7.15.12 δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρβαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε· "κρίναι ὁ θεὸς ἀναμέσον Μαυρικίου καὶ ἀναμέσον Χαγάνου, ἀναμέσον ᾿Αβάρων καὶ 7.15.13 ἀναμέσον ῾Ρωμαίων." κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ ῾Ρωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν 7.15.14 ἀτυχήμασιν· τῶν γὰρ κακῶν ἐνάρξεων τὰ ἀποτελευτήματα χαλεπὰς τὰς ἐπιφανείας παρέχεται. διομολογεῖται δὲ ῾Ρωμαίοις καὶ ᾿Αβάροις ὁ ῎Ιστρος μεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα ᾿Αβάροις καὶ ῾Ρωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν. 7.16.1 Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν τὴν Αἰγυπτιακὴν ἐπαρχότητα Μηνᾶ διανύοντος, πρὸς τοῖς ῥείθροις τοῦ Νείλου παραδόξων τινῶν ἐπιφάνεια γίνεται. ἐδέησε γὰρ τὸν ἐπιβεβηκότα τῆς τῶν Αἰγυπτίων ἀρχῆς ἀφικέσθαι ἐπὶ τὸ λεγόμενον ∆έλτα· τόπος δὲ οὗτος ἐκ τοῦ σχήματος τοῦ χώρου τὴν 7.16.2 ὀνομασίαν ἀπολαβών. τοίνυν περὶ πρώτην ἕω ἐπὶ τὰς ὄχθας τοῦ ποταμοῦ ποιουμένου τοῦ ἡγεμόνος τὴν πάροδον, ἄνεισιν ἐκ τῶν λαγόνων τοῦ ποταμοῦ ἀνὴρ κατάπληκτος τῷ μεγέθει, τὸ πρόσωπον γίγασιν ἐμφερής, τὸ βλέμμα δριμύς, τὴν κόμην ἐπίξανθος μεμιγμένῃ τινὶ πολιᾷ, τὴν παρειὰν τοῖς εὐσωματοῦσι καὶ πρὸς τὰς παλαίστρας γινομένοις παρεοικώς, τὴν ψύαν τοῖς ναυτικοῖς ἐμφερής, εὔστερνος, τὰ νῶτα ἡρωϊκός, 7.16.3 τοὺς βραχίονας ἰσχυρός. ἀλλὰ μέχρι τῆς κύστεως τὴν ἱστορίαν παρείχετο, τὰ δὲ λοιπὰ μέλη τοῦ σώματος ἡ τῶν ὑδάτων φύσις ἀπέκρυπτεν· ἐῴκει γὰρ αἰσχυνομένῳ ἀνδρὶ τὰ παιδουργὰ 7.16.4 τοῖς τοῦ θεάτρου ἐπιδείξασθαι μόρια. τοῦτον ὁ τῆς ᾿Αλεξανδρείας ἡγεμὼν θεασάμενος ἔβαλλε τοῖς ὅρκοις πυκνῶς. ἃ δὲ ἔλεγεν ἐκεῖνος, ταῦτά ἐστιν, εἰ μὲν δαιμονίων τινῶν καθέστηκεν ἐπιφοίτησις, ἀβλαβῶς καταλῦσαι τὸ θέατρον καὶ τὴν ἠρεμίαν ἀσπάσασθαι τὸ φαινόμενον· εἰ δὲ δημιουργικαὶ φροντίδες τινὲς τοῦτον δὴ τὸν ὁρώμενον προηνέγκαντο, τὰ τῆς θεωρίας μὴ λῦσαι πρὶν πάντας ἐμφορηθῆναι τῆς παρα7.16.5 δόξου ταύτης ὁράσεως. λόγος δὲ ἐκεῖνον αὐτὸν πεφυκέναι τὸν Νεῖλον, ὃν εἰώθασι ποιητῶν ἀναπλάττεσθαι ῥήματα. τὸ μὲν οὖν Νειλῷον ζῶον ἐκεῖνο (εἰπεῖν γὰρ ἄνθρωπον οὔπω τεθάρρηκα) τοῖς ὅρκοις κατεπᾳδόμενον ἐς τὸ φανερὸν διήρκει 7.16.6 καὶ τὴν τοῦ σώματος ἐμφάνειαν τοῖς πᾶσι παρείχετο. τρίτῃ δὲ