1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

43

ἀποκαλοῦσιν οἱ βάρβαροι. ὁ δ' αὐτοκράτωρ τῶν συμβεβηκότων ἀκηκοὼς ῾Ρωμανὸν τοῦ πολέμου κηδεμόνα καθίστησιν. γενόμενος οὖν ἐν τῇ Κολχίδι ὁ στρατηγός, ἣν Λαζικὴν ἡ συνήθης μετωνόμασε γλῶττα, καὶ τῷ ἐκεῖσε ἱεραρχοῦντι κοινολογησάμενος, ἀπάρας ἐντεῦθεν στρατοπεδεύεται ἐπὶ τὴν ᾿Αλβανίαν αὐτήν. 3.7.1 ὁ δὲ Βαρὰμ πυθόμενος τὴν ῾Ρωμαϊκὴν παρουσίαν ἐγεγήθει· ἤρα γὰρ ῾Ρωμαϊκῆς 3.7.2 παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. διά τοι τοῦτο διαπεραιωσάμενος τὸν γείτονα ποταμὸν ἐπὶ τὸ Κάνζακον τὴν ὑποχώρησιν ἐπεποίητο ἐφελκόμενος ὥσπερ 3.7.3 ἐπὶ τὰ ἐνδότερα τῆς Περσίδος ῾Ρωμαίους. τούτων γοῦν ὁ ῾Ρωμανὸς ὑπαισθανόμενος φιλυπόστροφος γίνεται τὸ συνοῖσον τῇ προθυμίᾳ πραγματευόμενος. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ διαγανακτοῦντος καὶ τῆς πρὸς τὸ πρόσω ἐφιεμένου φορᾶς, λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ 3.7.4 στρατιωτικοῦ θράσους οἰδήματα. ἐπεπόμφει δὲ καὶ ὁπλίτας πεντήκοντα ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα. οὗτοι ἐντυγχάνουσι δύο κατασκόποις τοῦ Περσικοῦ ῾Ρωμαϊκὴν περιβαλομένοις ἐσθῆτα. οἱ δὲ τοὺς ἑλόντας ἀποβουκολίζουσι ἀποσκευάζονταί τε τὸν κίνδυνον εἶναι ῾Ρωμαῖοι βεβαιωσάμενοι. 3.7.5 καὶ πίστιν τοῦ λόγου προυτίθεσαν διὰ ξένης τινὸς ἀτραποῦ νυκτὸς παραδεικνύειν ἀφύλακτον στιβαδευόμενον τὸ πολέμιον. 3.7.6 οἱ μὲν οὖν τὸν ὄλεθρον ἀσμενίσαντες καὶ παρακρουσθέντες ὑπὸ τῆς ὑποσχέσεως ἥλωσαν ὑπὸ τοῦ Περσικοῦ, ζωγρηθέντες τε καὶ μετὰ στρεβλώσεων τὰς ἀποκρίσεις πρὸς τὰς πεύσεις ποιούμενοι κατάδηλα πάντα τῷ Βαρὰμ ἐποιήσαντο, ὅπως ὁ ῾Ρωμανὸς τῆς Περσικῆς ἐπιβαίνειν οὐ τεθάρρηκε γῆς, τό τε 3.7.7 ὀλιγοστὸν τῆς περὶ αὐτὸν μαχίμου δυνάμεως. τούτων γοῦν ἑαλωκότων, τρεῖς τὸν ἀριθμὸν περισωθέντες ἀναγγέλλουσι τῷ ῾Ρωμανῷ τὸ δυστύχημα. ὁ μὲν οὖν Βαρὰμ τὸν ποταμὸν διενήξατο καὶ αὖθις τὴν ῾Ρωμαίων κεραΐζεται γῆν, ὁ δὲ τοῦ 3.7.8 ῾Ρωμαϊκοῦ προεστὼς εἰς τοὐπίσω παλιννοστεῖ. τοῦτο διεγνωκότες οἱ βάρβαροι ἐπετίθεντο τοῖς ῾Ρωμαίων συντάγμασιν. ὁ δὲ στρατηγὸς τῆς Κολχίδος στρατιὰν ἀθροίσας ἐσύκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν ῾Ρωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς 3.7. ἔχουσι τὰς ψυχὰς πρὸς παράταξιν. τῆς ῾Ρωμαϊκῆς τοίνυν πληθύος παροτρυνομένης πρὸς πόλεμον, ὁ ῾Ρωμαίων στρατηγὸς τοὺς ἀλκιμωτάτους ἀπὸ τῶν ἀδρανεστέρων διέκρινεν, καὶ τὸ μὲν μάχιμον ὡς ἑαυτὸν ἀνελάμβανεν, τὸ δὲ ἀπόλεκτον 3.7.10 περιφρουρεῖν τὸν χάρακα διεκόσμησεν. εἰς δέκα τοίνυν χιλιάδας τῆς μαχίμου ὁρώσης <δυνάμεως>, δύο προθέειν τοῦ ὁπλιτικοῦ ὁ στρατηγὸς διετάξατο· αἳ τῇ προτρεχούσῃ τῆς Περσικῆς στρατιᾶς συναντήσασαι φάλαγγι γενναίως πᾶσαν διώλεσαν, κρημνοῦ συγκυρήσαντος καὶ τετυχότος τοῖς βαρ3.7.11 βάροις τὰ τῆς διαφυγῆς ἀνεπίτευκτα. τῆς δὲ καταδιώξεως ἐμφανοῦς γενομένης καὶ μέχρι τοῦ βαρβαρικοῦ χάρακος λαβούσης τὴν πρόοδον, ὡς καὶ τὸν Βαρὰμ καταπλαγῆναι ἐπὶ τῇ συντάξει τοῦ δράματος, ἐπανῆκεν ἡ προτρέχουσα 3.7.12 δύναμις τῆς ῾Ρωμαίων πληθύος. καὶ τούτων καταφανῶν τῷ ῾Ρωμαίων στρατηγῷ γενομένων, καὶ τῆς ῾Ρωμαϊκῆς ἐκτάξεως ὀργώσης συμπλακῆναι τοῖς Μήδοις, ὁ ῾Ρωμανὸς τὴν ἀπόμαχον ἠρεμίαν ἠσπάζετο δέει τῆς ἀπειροπλασίου τῶν βαρβάρων. ἀθροίσεως. ἐπεὶ δ' οὐχ οἷός τε ἦν χαλιναγωγεῖν τὸ ὑπήκοον τοῖς ἔναγχος ἀνδραγαθήμασι ζωπυρούμενον, πρὸς παράταξιν τὰς δυνάμεις καθώπλιζεν. συνήντα δὲ καὶ τὸ βάρβαρον. 3.7.13 στρατοπεδεύονται γοῦν ἑκάτεραι δυνάμεις ἐν πεδίῳ τῆς ᾿Αλβανίας, ἃς διεῖργε τῆς παρατάξεως ἀπορρώξ τις ἀγχιβαθὴς ἐκ τοῦ ᾿Αράξου ποταμοῦ προερχόμενος. τὰ μὲν οὖν πλήθη ἐπὶ ταῖς ὄχθαις ἐναυλιζόμενα τοῦ μεσιτεύοντος ὕδατος ἐδίδοσάν 3.7.14 τε καὶ ἀντελάμβανον λόγους. τρίτη δ' ἡμέρα, καὶ ἄγγελος ἀπὸ τοῦ Περσικοῦ πρὸς τὸν ῾Ρωμανὸν παραγίνεται τὸν πόλεμον ἐξαιτούμενος, χώραν τε τῇ διαβάσει ἢ ῾Ρωμαίους Πέρσαις παρέχεσθαι ἢ τὸ βάρβαρον τοῖς τῶν ῾Ρωμαίων 3.7.15 στρατεύμασιν. καὶ οὖν ὁ τοῦ ῾Ρωμαϊκοῦ τὴν ἐπιστασίαν