1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

35

ὥστε τὸν Χαγάνον τὴν ἀσυλίαν διὰ τὴν ἀρετὴν ἐπαινέσαντα προῖκα καταθέσθαι τὸν πόλεμον. 2.17.4 ἐξ ἑωθινοῦ δὲ διαπεραιωθεὶς τὰς ὕλας τῆς λεγομένης ᾿Αστικῆς τῇ ᾿Αδριανουπόλει προστρίβεται ἀγωνιστικώτερόν τε τῷ ἄστει προσέβαλλεν, ἀντικαθίσταντό τε καὶ οἱ τοῦ ἄστεος ἀλκιμώτερον. 2.17.5 τοῖς δὲ Βυζαντίοις περιεβομβεῖτο ὡς Κάστος ἥλω καὶ ᾿Ανσιμούθ, καὶ πολὺς τῇ πόλει ἐπεκύμαινε θρῦλος. ἐλοιδορεῖτο δ' ὁ αὐτοκράτωρ ἐς τὸ φανερώτατον ἀπό τινων τῶν τοῦ πλήθους ἀσυνέτων καὶ στωμύλων ἀνδρῶν, ὧν καὶ τὰ τῆς τύχης ἦν ἀνεπίφθονα καὶ τὰ τῆς γνώμης ἀζήλωτα, καὶ βλασφήμους ᾠδὰς κατ' αὐτοῦ συντιθέντες διέσυρον κωμῳδοῦντες ἐμμελῶς τὸ ἀπαίσιον, οὐ τύχῃ ἀλλ' ἀνοίᾳ τὸ 2.17.6 δυσπραγὲς περιάπτοντες. ἀλλ' οὐκ ἀπέτεκεν ἡ λοιδορία θυμὸν τῷ αὐτοκράτορι· στεῖρα γὰρ ἦν πρὸς ὀργὴν ἡ τοῦ βασιλέως ψυχὴ καὶ πρὸς τὴν θυμικὴν φλόγα ἀσυνουσίαστος. 2.17.7 τὸν δὲ Κάστον ἀπέδοντο χρηματισθέντες λίαν δαψιλῶς οἱ πολέμιοι, ὡς ἐκ τῶν καθ' ἡμᾶς πρεσβυτέρων ἔστι λαβεῖν, 2.17.8 καὶ τὸ πιστεύειν ἀζήμιον. βασιλεὺς δὲ τὰς ἑαυτοῦ φροντίδας τοῖς πολεμίοις ἀντέταξε καὶ μείζονι παρασκευῇ πρὸς τὸ πολέμιον ἐξηρτύετο. καὶ τὸν ᾿Ιωάννην, ὃν δὴ Μυστάκωνα 2.17. τοῖς πολλοῖς ἔθος ἀποκαλεῖν, στρατηγὸν προεστήσατο, ἐχειροτόνει δὲ καὶ τὸν ∆ρόκτωνα ὥσπερ αὐτῷ ὑποστράτηγον παρῄορόν τινα δύναμιν ἐμπιστεύσας αὐτῷ. Λογόβαρδος δ' οὗτος τὸ φῦλον, ἀνὴρ ἀλκιμώτατος καὶ πρὸς τὸν πόλεμον ἐμβριθέ2.17.10 στατος. ἐπεὶ δὲ περὶ τὴν ᾿Αδριανοῦ πόλιν ἐγένοντο, τοὺς βαρβάρους τῆς πολιορκίας ἀφίστων, δευτέρᾳ τε ἡμέρᾳ ὁ πόλεμος ἐτετέλεστο. ἐνίκων τοίνυν ῾Ρωμαῖοι τοῖς βαρβάροις συμμίξαντες καὶ ἑτεραλκέα τὴν μάχην διέθεντο· κατεστρατήγει γὰρ τῶν 2.17.11 πολεμίων ὁ ὑποστράτηγος ∆ρόκτων. ἐπιπλάστῳ γὰρ φυγῇ τὸ ἐκείνου κέρας ἔδοξε τοῖς πολεμίοις τὰ νῶτα παρέχεσθαι, ὡς οἷα δεδοικότος τοῦ ῾Ρωμαϊκοῦ τὸ ἀντίπαλον· εἶτα τοὔμπαλιν ἀντεδίωξε καὶ μετόπισθε τῶν βαρβάρων γενόμενον τοὺς 2.17.12 συντυχόντας διώλεσεν. ἀπῄεισαν τοιγαροῦν μεσημβρίας ὥρᾳ οἱ ῎Αβαροι, ἄλλος ἄλλῃ διεσπαρμένοι καὶ ὡς ἂν τύχοι φερόμενοι μετὰ συντόνου τινὸς ἀποδράσεως. ὁ δὲ στρατηγὸς οὐ κατεδίωξε τὸ ἀντίπαλον· ἐφιλοσόφει γὰρ τῆς εὐδαιμονίας τὸ μέτρον τὰς ἐπ' ἄκρον εὐεξίας, ὥσπερ εἰκός, εὐλαβούμενος. 2.17.13 φιλυπόστροφον γὰρ ἡ τύχη καὶ ἄπιστον, νίκη δ' ἐπαμείβεται ἄνδρας, ἵνα καί τι τῆς ῾Ομήρου δέλτου ἐπισπείρω τοῖς ἀφηγήμασιν. 2.18.1 ῾Ηράκλειος μὲν οὖν κατὰ τοῦτον δῆτα τὸν χρόνον ἐπέβη αὖ πάλιν τῆς Περσῶν πολιτείας, καὶ τοῖς Μήδοις 2.18.2 φιλεπίδημον ἦν τὸ κακόν. ὁπηνίκα δὲ παρεγένετο, προσβάλλει ἐχυρωτάτῳ φρουρίῳ τινί· τοῦτο δ' ὑψηλῆς ὑπερεκαθέζετο πέτρας. καὶ διεκόσμει· ὁ ὑποστράτηγος τὰς ἑλεπόλεις 2.18.3 τε καὶ τὰς μηχανάς. ἀντιπαλαμῶνται δὲ καὶ Πέρσαι πρὸς τὰς ἐπιβουλὰς ἕτερα ἄττα σοφίσματα, ἱστουργοῦσι δὲ καὶ οἷα χιτῶνάς τινας. τρίχας συλλέξαντες καὶ τῷ στήμονι τὴν κρόκην συστρέψαντες προμήκη τὰ χιτώνια διετέλεσαν καὶ τούτους ἀχύρου εἰς τὸ ἰσχυρὸν ἐνεφόρησαν, ναστούς τε κατεργασάμενοι ἐξήρτων τοῦ τείχους, καὶ τούτοις τὰς προσβολὰς ὑπεδέχοντο τῷ μαλθακῷ τῆς ἀντιτύπου παρα2.18.4 σκευῆς τῶν ἐκπομπῶν τὸ στερρὸν ἐκμαλακίζοντες. ὑπερίπταντο δ' αἱ πολλαὶ τῶν βολῶν καὶ τοῦ φρουρίου αὐτοῦ· ἕτεραι δὲ καὶ κατ' αὐτοῦ τοῦ ἐχυρώματος κατεφέροντο. ὁ δ' ῾Ηράκλειος οὐδεμίαν ἀνακωχὴν παρενετίθει ταῖς προσβολαῖς νύκτωρ καὶ μεθ' ἡμέραν ἀμείβων τοὺς ἐφισταμένους 2.18.5 τῷ ἔργῳ. οἱ μὲν γὰρ ἔναγχος τῶν πόνων μετειληχότες ὑπὸ τῆς διαδόχου δυνάμεως ἀντελάμβανον τὴν ἀνάπαυλαν, ἕτεροι δ' αὖ συμπονοῦντες ἐκείνοις ἐξανίσταντο, κἀκείνοις αὖθις 2.18.6 τοῦ μόχθου συνελάμβανον ἕτεροι. διά τοι τοῦτο ἐξασθενοῦσιν οἱ τιμωροῦντες τῷ ἐχυρώματι, καὶ ἦν αὐτοῖς τὰ τῆς δυνάμεως ἐξίτηλα. ταύτῃ τοι καὶ καθαιρεῖται τὸ φρούριον καὶ ὑπὸ ῾Ρωμαίους ἐγίνετο· ἐπεὶ δ' ἥλω, φρουρὰν ἐν αὐτῷ ὁ στρατηγὸς ἐνεκάθισεν. 2.18.7 Οἱ δ' ἀμφὶ τὸν Θεόδωρον καὶ τὸν ᾿Ανδρέαν τὸ