1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

58

γινόμενος, μὴ τιμάσθω ὁ τούτου νεκρὸς τῇ ταφῇ, ἵνα μὴ ταῖς λαγόσι τῆς γῆς σηπεδόνα ψυχῆς βδελυρᾶς κατασπείρητε. ἀπογυμνούσθω τὴν κεφαλὴν καὶ Χοσρόης τοῦ διαδήματος. οὐκ ἔστι βασιλικὸς τὴν ψυχήν, οὐκ ἀρχικῇ διανοίᾳ κεκόσμηται, 4.4.15 οὐκ ἐξουσιαστικὸν τούτου τὸ φρόνημα. ἀκάθεκτός ἐστι ταῖς ὁρμαῖς, λυσσώδης πέφυκε τὸν θυμόν, ἀφιλάνθρωπον αὐτῷ περικέχυται βλέμμα, οὐκ οἶδε νόμοις προνοίας σεμνύνεσθαι, τὸν τρόπον ἐστὶν ἀγέρωχος, τὴν ὄρεξιν φιλήδονος πέφυκεν, πάντα δεύτερα τίθεται τοῦ βουλήματος, οὐ καραδοκεῖ τὸ συνοῖσον, τὴν εὐβουλίαν οὐκ ἐναγκαλίζεται, τὸ φιλότιμον ἀποπέμπεται, τῇ φιλοχρηματίᾳ προσπλέκεται φίλερις ὢν καὶ 4.4.16 φιλοπόλεμος καὶ τῆς εἰρήνης ἀνόρεκτος. χειροτονήσω δὲ τῷ λόγῳ βασιλέα σήμερον ὑμῖν τὸ μειράκιον, ὃς παῖς ἐμὸς πέφυκεν ἀγαθός, ἀδελφὸς Χοσρόου τὴν φύσιν, ἀλλ' οὐκ 4.4.17 ἀδελφὸς τὴν προαίρεσιν. ἢ οὐκ εἰς μέγα τὰ Περσῶν περιήγαγον τάξεως, τῷ τῆς μεγαλοφροσύνης οἴακι τὸ Βαβυλώνιον διιθύνων πολίτευμα; βάσανος δὲ τῶν λόγων Τοῦρκοι φορολογούμενοι, οἱ ∆ιλιμνῖται καταθέντες μετὰ τῶν ὅπλων τοὺς αὐχένας ἡμῖν, ῾Ρωμαῖοι πόλεις ἐπιφανεῖς ἀποβαλλόμενοι καὶ τὰς δευτέρας τύχας τῇ ἐκπτώσει τῶν πρώτων δακρύοντες. 4.4.18 ταῦτα μὲν ἐγὼ ὁ πάντα δράσας καὶ πεπονθὼς διὰ τὸ τῆς τύχης εὐμετάβολόν τε καὶ ἄστατον. ὑμῖν δὲ ἐν ἐξουσίᾳ τὸ ἔχεσθαι τὴν τοῦ συνοίσοντος ἔφεσιν, ἢ καταμελήσαντας τοῦ καλοῦ τὰς δευτέρας φροντίδας ἀποδοκιμάζειν καὶ τῷ μεταμέλῳ τῶν ἡμαρτημένων πρὸς τὰ ἐν ποσὶν ὅ τι καὶ πράξαιτε διηπορηκότας ὀδύρεσθαι." 4.5.1 ῞Οτε τοίνυν ἀπέρρει ῾Ορμίσδᾳ τὰ τῆς διαλέξεως νουθε-τήματα, Βινδόης ὁ Πέρσης βρασματώδη συστησάμενος γέλωτα ἀπεσκοράκιζεν ῾Ορμίσδου τοῦ διαλόγου τὴν ἔκθεσιν, ἐς μέσον δὲ ἀνιστάμενος τάδε που τῷ ξυλλόγῳ παρέθετο. 4.5.2 "῎Ανδρες ὁμόφυλοι καὶ σύμμαχοι καὶ μισοτύραννοι, ἀλλ' εἰ μὴ νομοθετούντων ἔτι τυράννων ἀνέχεσθε. ἀδικεῖ καὶ 4.5.3 νῦν ἰδιωτεύων ὁ τύραννος. ἔτι τῶν λόγων τὸ κράτος ἀμπέχεται καὶ προστάττειν διεγχειρεῖ καὶ βασιλεύει δημηγορῶν καὶ θεσμοθετεῖ ἐπὶ βήματος καὶ κατηγορεῖ στρατηγῶν ἀπο4.5.4 δοκιμάζει τε βασιλείαν καὶ χειροτονεῖ τὸν μοναρχήσοντα, καὶ πάντα πάρεστιν αὐτῷ ἐν ποσὶν ὁπόσα οὐδὲ τὸ τῶν ἐνυπνίων φιλότιμον δωρεῖσθαι τοῖς ἀπατωμένοις δεδύνηται, μήτε τοσοῦτον ἐννοηθῆναι δυνάμενος, ὡς οὐ πέφυκεν ἐν συμβούλων μοίρᾳ γνωρίζεσθαι τοὺς μὴ τὰ περὶ ἑαυτῶν διαθεμένους 4.5.5 ἐπιδεξίως τοῖς πράγμασιν. πόθεν οὖν ἡμῖν ἐνέχυρον τῆς εἰσηγήσεως καταθήσει λίαν ἑδραῖον καὶ ἀξιόχρεων; ἢ τὴν ἑαυτοῦ τύχην κατεγγυᾶν ἡμῖν ἐσοφίστευσεν ἐθέλων ἡμᾶς συνδεσμίους θεάσασθαι καὶ τῶν αὐτῶν παθημάτων κοινωνοὺς ἀνευθύνους; οὐ γὰρ τῶν ἐκείνῳ πεπλημμελημένων 4.5.6 μετέσχομεν τυραννούμενοι. πῶς δὲ κατὰ τυραννίδος γλῶτταν κεκίνηκεν ὁ μηδένα νόμον Περσῶν καταλιπὼν ἀτυράννητον, ὁ λῃστρικώτερον ἄρξας καὶ τὴν ἐξουσίαν κιβδηλεύσας τῇ βίᾳ, ἐπομβρήσας δὲ τοῖς φόνοις παρὰ πάντα τὸν τῆς ἡγεμονίας καιρὸν καὶ μικροῦ δεῖν τὸν Τίγριν ἀποχερσώσας τοῖς σώμασιν, ὁ τοῖς τάφοις εὐθηνίαν πραγματευσάμενος καὶ τοῖς αἵμασι καταπιαίνων τὴν μάχαιραν καὶ σπάνιν ἀνθρώπων ἐμπορευόμενος, ἵνα τὴν κακίαν ἐξ ὀλιγανδρίας ὠχυρωμένος 4.5.7 ἀθάνατα τὰ τῆς τυραννίδος ἀποκληρώσηται. παίδων γνώμης ἐστὶ διαιτητὴς ὁ μὴ ταῖς ἑαυτοῦ πράξεσι δεδικακὼς τὰ συμφέροντα. ἄπαγε τῆς ἀτοπίας, ῾Ορμίσδα. οὐ σοφιστεύουσι μετὰ καθαίρεσιν τύραννοι· οὐ νομοθετοῦσι γεγονότες ὑπήκοοι· 4.5.8 οὐ συμβουλεύουσι κατακριθέντες τὸν θάνατον. ἐπεὶ τοίνυν τῶν ὑπηκόων οὐ πρόσεστί σοι τὸ λοιπὸν τυραννεῖν, ἐπήρειαν κατὰ τῶν παίδων ὁ δείλαιος ἐμμελετήσας ἀδικεῖν τῷ νεωτέρῳ τὸν πρεσβύτερον εἵλου, ἵνα μὴ σχοίη ποτὲ τὰ τῆς σῆς ἀδικίας 4.5. ἀνάπαυλαν. τὸ Τουρκικὸν ὑποφόρους τελεῖ· ἀλλ' οὐ τῆς σῆς ἀγχινοίας ταῦτα πέφυκε μελετήματα· ταῦτα προνοίας ἔργα καὶ θανατῶντες Πέρσαι ἀρεταί τε στρατηγῶν καλῶς 4.5.10 ἐτεκτήναντο. πόλεις καὶ ἄστεα τὸ ῾Ρωμαϊκὸν