1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

106

διασώσασθαι καὶ πρὸς φυγὴν παραυτίκα χωρῆσαι. ἀντὶ πολλοῦ τοίνυν τοῦτο οἱ προστεταγμένοι περιπτυξάμενοι ἀπο7.14.4 κλίνουσι πρὸς φυγήν. ἐντεῦθεν αἱ λοιπαὶ τῶν ῾Ρωμαίων δυνάμεις τοῦτο θεώμεναι πρὸς τάραχον καταπίπτουσιν. δυομένου τοιγαροῦν τοῦ ἡλίου ἀπὸ σημείων δύο ῾Ρωμαίων ποιησαμένων χάρακα, ἐν τούτῳ δῆτα τῷ χώρῳ στρατοπεδεύονται. οἱ δὲ ῎Αβαροι οὐ μετεφοίτων τῶν τόπων, ἔνθα τῇ 7.14.5 προτεραίᾳ τὰς διατριβὰς ἐποιήσαντο. μεσούσης δὲ τῆς νυκτὸς ἐν προσχήματι προθεόντων τινῶν ἐπιλέκτους ὁ στρατηγὸς συμφραξάμενος ἐν ἀπορρήτῳ διαφυγεῖν αὐτοῖς ἐγκελεύεται. εἶτα ἐξ ἑωθινοῦ ὁ Κομεντίολος τῷ σιδήρῳ ὡς ἔπος εἰπεῖν ἐνοπλισάμενος κατειρωνεύετο ὡς ἀπὸ τεττάρων σημείων κυνηγετεῖν. διά τοι τοῦτο, ᾗ ποδῶν εἶχεν, τὴν ἀπόδρασιν ἐποιεῖτο. 7.14.6 ἡλίου τοίνυν μεσοῦντος εἰς ἔννοιαν τῆς Κομεντιόλου ἀνοίας τὰ στρατόπεδα γίνεται, καὶ τὸν στρατηγὸν κατανενοηκότα τὰς φροντίδας πρὸς φυγὴν μετατιθέντα τὸν γείτονα διεπεραιώσαντο ποταμόν, καὶ ἀποδιδράσκουσι μετά τινος ἀκοσμίας 7.14.7 μεγίστης τεσσαράκοντα σημεῖα τοῦ χάρακος. ἐπεὶ δὲ ἀνηγεμόνευτος ἡ ἀποφοίτησις ἦν, μεγίστοις περιπίπτουσι φόβοις. οἱ δὲ βάρβαροι κατόπιν βαδίζοντες τὸν λεγόμενον ᾿Ιατρὸν διενήξαντο ποταμόν. ἐπιτιθεμένων τοίνυν τῶν πολεμίων 7.14.8 ῾Ρωμαίοις, τὸ ὁπλιτικὸν ἀπορία καὶ δέος μετήρχετο. γίνεται τοίνυν ἡ φυγὴ κραταιὰ τῆς ῾Ρωμαίων πληθύος. ἐντεῦθεν οἱ βάρβαροι τὰ ἐχυρώματα τῶν διαβάσεων περικάθηνται· κλεισούρας τῇ πατρίῳ ῾Ρωμαῖοι φωνῇ ἀποκαλεῖν ταῦτα εἰώ7.14. θασιν. ἀτὰρ ἀναιροῦνται τῶν ῾Ρωμαίων πολλοί. ἐπεὶ δὲ ὁ φόνος τοῖς ῾Ρωμαίοις ἦν διαρκής, τὸ ὁπλιτικὸν συστησάμενον φάλαγγα ἐξωθεῖται βίᾳ τὸν βάρβαρον. οἱ τοίνυν ῎Αβαροι τῇ 7.14.10 ῥύμῃ τῆς ἐπιθέσεως ἀποφοιτῶσι τῶν διαβάσεων. οὕτω μὲν οὖν οἱ ῾Ρωμαῖοι μεγάλοις κινδύνοις τῶν παρόδων ἀντιλαμβάνονται. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ πρὸς τὰ ∆ριζίπερα παραγίνεται καὶ ταῖς πύλαις προσομιλήσας τοῦ ἄστεος ἠξίου εἰσόδου τυχεῖν καὶ θερμοῖς ὕδασιν ἀπορρύψασθαι. οἱ δὲ ἀστοὶ ὕβρεσι καὶ λίθοις τὸν ἀπόμαχον στρατηγὸν ἀπεπέμποντο. ὁ δὲ Κομεντίολος ἐπὶ τὰ τείχη γίνεται τὰ Μακρά. 7.14.11 οἱ δὲ βάρβαροι κατὰ σμικρὸν τῶν ῾Ρωμαίων εἰς τοὐπίσω τραπέντων ἐπὶ τὰ ∆ριζίπερα παραγίνονται τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ᾿Αλεξάνδρου ναὸν τοῦ περιφανοῦς ἐν 7.14.12 τοῖς μάρτυσι τῷ παμφάγῳ πυρὶ κατηνάλωσαν· τόν τε τάφον τοῦ μάρτυρος εὑρηκότες ἀργύρῳ περιρρεόμενον ἀνοσίως σκυλεύουσι καθυβρίζουσί τε τῇ ἐκβολῇ καὶ τὸ σῶμα τὸ ἐπὶ τῷ τύμβῳ ἐγκείμενον, καὶ λίαν ἐπὶ ταῖς νίκαις ὑψαυχενιζόμενοι ταῖς εὐωχίαις καταστιβαδεύονται. 7.15.1 ᾿Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις τὸ κατὰ πάντων τῶν ἐθνῶν κράτος αὐτοῦ ὁ ἡμέτερος πιστούμενος ᾿Ιησοῦς, εἰς κληρονομίαν τε παρὰ τοῦ πατρὸς τὴν οἰκουμένην λαβὼν κατάσχεσίν τε τὰ πέρατα τῆς γῆς, οὐδαμῶς τῷ Χαγάνῳ 7.15.2 ἀμάρτυρον τὴν ἑαυτοῦ βασιλείαν παρῆκεν. ἀθρόᾳ γὰρ ἐπιφοιτήσει λοιμοῦ τὰ τῶν βαρβάρων περιπίπτουσι πλήθη, καὶ ἦν αὐτοῖς τὸ κακὸν ἀπαραίτητον καὶ σοφίσματος οὐκ ἀνεχόμενον. εἰσπράττεται τοιγαροῦν ὁ Χαγάνος, ἀνθ' ὧν ᾿Αλέξανδρον ἠτιμάκει τὸν μάρτυρα, ἀξιολόγους ποινάς· ἑπτὰ γὰρ παῖδες αὐτῷ βουβῶσι περιτυγχάνουσι θέρμῃ τε ῥαγδαίᾳ τινὶ καὶ φλογώδει, καὶ ἐν ἡμέρᾳ μιᾷ τὸν τῇδε καταλύουσι βίον. 7.15.3 οὕτω μὲν οὖν ὁ Χαγάνος δυστυχῶς εὐτυχεῖ τὰ ἐπινίκια· ἀντὶ γὰρ παιώνων καὶ ᾀσμάτων καὶ ὕμνων καὶ κρότων χειρῶν καὶ συμφωνίας χορῶν καὶ γέλωτος κυματίζοντος θρήνους εἶχε καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα καὶ ζημίαν ἀνυπομόνητον. ἐβάλλετο γὰρ ὑπὸ στρατευμάτων ἀγγέλων, καὶ φανερὰ μὲν ἦν ἡ πληγή, ἀόρατος δὲ ἡ παράταξις. 7.15.4 Κομεντιόλου τοίνυν εἰς τὸ βασίλειον ἐνδημήσαντος ἄστυ, συνενδημοῦσιν αὐτῷ καὶ οἱ θόρυβοι, καὶ τῷ θρύλῳ κλυδωνιζομένης τῆς πόλεως, ἐζωγραφοῦντο ταῖς ἐλπίσιν οἱ κίνδυνοι, τῇ τε φαντασίᾳ τὰς ἀπαισίους τύχας ἅπας ἐγρηγόρως ὠνει7.15.5 ρατεύετο. ἐς τηλικοῦτο τοίνυν κακοῦ τὰ τῶν Βυζαντίων ἐχώρει, ὡς καὶ τὴν