1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

97

τῷ σφάλματι κρα7.2.13 ταιῶς λίαν νοσηλευόμενος. ὁ δὲ Καῖσαρ ἀσχάλλων ἐπὶ τῇ τριβῇ τοῦ στρατηγοῦ τήν τε περὶ τὸν πόλεμον ἀπραξίαν 7.2.14 θαυμάσας τὸν στρατηγὸν ἐλογογράφει ταῖς ὕβρεσιν. ὁ τοίνυν Πέτρος τὴν ἐν γράμμασι δυσφημίαν μὴ φέρων τοῦ αὐτοκράτορος, ἔτι πικρῶς ὑπὸ τῆς νόσου κατατρυχόμενος μεταποιεῖται τὸν χάρακα, καὶ τάφρους τέτταρας ἐναλλάξας ἐπὶ 7.2.15 τὰς τῶν Σκλαυηνῶν ἐνεφοίτα διατριβάς. δεκάτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ Μαυρίκιος βασίλειον ἐπιστολὴν τῷ αὐταδέλφῳ ἐξέπεμπεν ἐνδημῆσαι τῇ Θρᾴκῃ· ἠκηκόει γὰρ ὁ Μαυρίκιος τῶν Σκλαυηνῶν τὰ πλήθη ἐς Βυζάντιον τὰς ὁρμὰς 7.2.16 ἐπιφέρειν. ὁ δὲ στρατηγὸς ἐκ τούτου ἐπὶ τὸ Πιστοῦ γίνεται φρούριον, μετὰ τοῦτο πρὸς τὰ Ζαλδαπὰ ἀφικνεῖται. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς τὴν ᾿Ιατρὸν τὴν πόλιν φοιτᾷ, καὶ δῆτα τὸ Λαταρκίου φρούριον παραμείψας εἰς Νόβας στρατοπεδεύεται. 7.2.17 οἱ τοίνυν ἐγχώριοι ἀκηκοότες τὸν στρατηγὸν ἐλευσόμενον τοῦ ἄστεος ἐξεχώρησαν καὶ συνάντησιν αὐτῷ λίαν ἐπίδοξον ἐποιήσαντο καὶ τὸν Πέτρον καθικετεύουσι συνθιασώτην τῆς Λούππου γενέσθαι τοῦ μάρτυρος πανηγύρεως· κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἦν ἡ προεόρτιος ἑορτὴ Λούππου 7.2.18 τοῦ μάρτυρος. ὁ μὲν οὖν στρατηγὸς διημερεῦσαι περὶ τὸν χῶρον διὰ τὴν ἐκ τῆς ἀνάγκης ὁδοιπορίαν μὴ δύνασθαι ἔφασκεν· οἱ δὲ τοῦ ἄστεος παχύναντες τὴν ἀξίωσιν τῇ ὑπεροχῇ τῶν δεήσεων τὸν στρατηγὸν ἐβιάσαντο μέτοχον γενέσθαι τῆς 7.2.1 πανηγύρεως. ὁ μὲν οὖν Πέτρος ἡμέρας δύο ἀνὰ τὸ πόλισμα γεγονὼς ἀπαίρει ἐντεῦθεν καὶ ἐπὶ τὴν Θεοδώρου πόλιν τάφρον ἐχάραξεν, ὑπὸ πρώτην δὲ ἕω ἐν τῇ λεγομένῃ Κουρίσκᾳ φοιτᾷ. 7.3.1 τρίτη δὲ ἡμέρα, καὶ ἐν ᾿Ασήμῳ τῇ πόλει τὰς ἐπαύλεις ποιεῖται. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐμεμαθήκεσαν προσδόκιμον ὄντα τὸν στρατηγόν, ἔξω γεγονότες τοῦ ἄστεος συναντῶσι τῷ Πέτρῳ καὶ περιφανῆ τὴν περὶ τὸ ἄστυ τούτῳ 7.3.2 ἐπεποίηντο εἴσοδον. ἐν τῷ πολίσματι τούτῳ ἀπὸ πρεσβυτέρων χρόνων τινῶν ὁπλιτικὸν συνετέτακτο ἐπὶ διαφρουρᾷ τῶν τῆς πόλεως· πυκνότερον γὰρ περὶ ταύτην τὴν πόλιν οἷα διάτ7.3.3 τοντες οἱ βάρβαροι κατεσπίλαζον. πυθόμενοι τοιγαροῦν τὸ ἐν ταύτῃ τῇ πόλει ὁπλιτικὸν καθεστὸς μέλλειν ἥκειν τὸν στρατηγόν, τὰ σημεῖα ἀράμενον, ἃ βάνδα ῾Ρωμαῖοι κατονομάζουσιν, ἀποχωροῦσι τῆς πόλεως, εἶτα τοῖς ὅπλοις περιφραξά7.3.4 μενοι λίαν εὐκλεῶς τὸν στρατηγὸν ὑπεδέχοντο. ὁ μὲν οὖν Πέτρος τὸ μεγαλοπρεπὲς τῶν περὶ τὴν πόλιν στρατιωτῶν θεασάμενος ἐνεχείρει τούτους ἀπὸ τῆς πόλεως ἀφαιρεῖν καὶ ταῖς περὶ αὐτὸν συναναμῖξαι δυνάμεσιν. οἱ μὲν οὖν ἀστοὶ τό τε περὶ τὴν πόλιν ὁπλιτικὸν ᾿Ιουστίνου τοῦ αὐτοκράτορος ὑπεδείκνυον νόμον χαριζόμενον τῇ πόλει τὴν ἔνοπλον ταύτην 7.3.5 διάδοχον πρόνοιαν. τῇ δὲ ἐπαύριον ὁ πολέμαρχος ἔνστασιν ποιησάμενος ἀφαιρεῖσθαι τῆς πολίχνης τοὺς συντεταγμένους ἐπὶ τῇ ταύτης φρουρᾷ κατηπείγετο. διὰ τοῦτο ἐπὶ τὸ τῆς πόλεως ἱερὸν οἱ περὶ τὴν πόλιν στρατιῶται τὴν καταφυγὴν 7.3.6 ἐποιοῦντο. τούτων ὁ στρατηγὸς ἀκηκοὼς τῷ ἐπισκοποῦντι ἐδήλου τῶν ἱερῶν ὑπεξαγαγεῖν αὐτούς. δυσανασχετοῦντος δὲ τοῦ ἱερέως, ἀποστέλλει ὁ στρατηγὸς Γέντζωνα τὸν ταξίαρχον μετὰ πλήθους στρατιωτῶν ἐξωθῆσαι πρὸς βίαν τοὺς ἐπὶ 7.3.7 τῷ νεῷ τὴν καταφυγὴν ποιουμένους. τούτων δὴ ἀκηκοότες οἱ ἐν τοῖς ἱεροῖς ἑδράσμασι καταφεύγοντες, ὅπλοις φραξάμενοι τὰς θύρας τοῦ ἱεροῦ ἐναποκλείουσι πάντοθεν. ὁ μὲν οὖν Γέντζων τὴν ἔνστασιν τὴν ἐν τῷ ἱερῷ περιβόλῳ θεασάμενος τήν τε ἀτοπίαν τοῦ πράγματος διαγνούς, ἅμα δὲ 7.3.8 καὶ τὴν αἰδῶ τοῦ ναοῦ σεβασθείς, ἄπρακτος ἀπεφοίτα. ὁ δὲ στρατηγὸς καταθυμωθεὶς ἐπὶ τούτοις ἀποχειροτονεῖ τῆς στρατηγίας τὸν Γέντζωνα· ἦν δὲ ὁ Γέντζων τῆς πεζικῆς δυνάμεως ἡγεμών. τῇ δὲ ὑστεραίᾳ ἕνα τινὰ τῶν τοῦ βασιλέως σωματοφυλάκων, ὃν σκρίβωνα ῾Ρωμαῖοι κατονομάζουσιν, εἰς τὴν ἑαυτοῦ σκηνὴν μετάκλητον ποιησάμενος ἀναιδῆ τινα διεγχείρησιν τούτῳ προσέταττεν· ἡ δὲ ἀξίωσις ἦν τὸν ἐπισκοποῦντα τὴν πόλιν ἠτιμωμένως ἕλκειν ἐπὶ τὸν χάρακα. 7.3.