1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

40

οὖν τὸ τῶν ῾Ρωμαίων συνάθροισμα ἀπόμαχον διετέλει, οὐδὲν μέλον αὐτῷ, ὡς περὶ ἀλλοτρίου του πράγματος τῶν γινομένων τὴν φροντίδα τιθέμενον. Γερμανὸς δὲ χιλιάδα ἐκ τῆς μαχίμου καθοπλίσας δυνάμεως, τῇ Κωνσταντίνῃ ἀθρόως 3.3.10 ἐπιφανεὶς τῶν προσδοκίμων αὐτὴν κακῶν ἠλευθέρωσεν. μόλις δὲ παραθήγων ὁ στρατηγὸς τὰ ῾Ρωμαίων συντάγματα καὶ παροτρύνας τοῖς ῥήμασι χιλιάδας τέτταρας συναθροίζει καὶ 3.3.11 τοῖς Περσικοῖς ἐνδημεῖν ἐγκελεύεται. ὁ δ' ᾿Αριστόβουλος (ἦν δ' ἄρα οὗτος τῆς βασιλικῆς οἰκίας προεστὼς τοῦ βασιλέως, τῆς ᾿Αντιόχου προσαγορευομένης) τοῖς στρατεύμασιν ἐπίδημος ἦν ὑπὸ τοῦ αὐτοκράτορος ἐκπεμφθείς. οὗτος πῇ μὲν τοῖς δώροις πῇ δὲ τοῖς λόγοις ὑπομαλάττει τὸ τῆς τυραννίδος ἀτίθασον. 3.4.1 στρατοπεδεύεται γοῦν τὸ ῾Ρωμαϊκὸν ἐπὶ τὴν Μαρτυρόπολιν πρὸς τὸ εἰρηναῖον μεταβαλόμενον, ἀπόμοιρα δέ τις τῶν στρατοπέδων τῇ Περσίδι πάλιν εἰσβάλλει. ὁ μὲν οὖν Μαρουζᾶς, ὁ τοῦ Περσικοῦ στρατηγός, ἐπιφανεὶς κωλύ3.4.2 μην τῆς ἐπιστασίας ῾Ρωμαίοις παρείχετο. ἐπανέζευξαν τοιγαροῦν οἱ ῾Ρωμαῖοι διὰ τῆς ᾿Αρζανηνῆς καὶ τοῦ Νυμφίου πο-ταμοῦ πρὸς τὰ οἴκοι· συνείπετο δὲ καὶ ὁ Μαρουζᾶς τοῖς ῾Ρωμαίοις κατόπιν. συνέρρευσε τοιγαροῦν τὸ ῾Ρωμαϊκὸν ὁμοῦ καὶ τὸ ἀντίθετον βάρβαρον περὶ τὴν Μαρτύρων πόλιν, καὶ γίνεται ῾Ρωμαίοις καὶ Πέρσαις ἐπιφανέστατος πόλεμος· κληροδοτεῖται δὲ τῷ ῾Ρωμαϊκῷ νίκη μεγαλοπρεπὴς καὶ περίδοξος. 3.4.3 ἀναιρεῖται γὰρ ὁ τῶν Περσῶν στρατηγός, ἥλωσαν δὲ τοῦ Περσικοῦ ζωγρηθέντες τρισχίλιοι, καὶ οἱ ἐν τέλει δοριάλωτοι γίνονται, καὶ μέχρι χιλίων τὸ τῶν βαρβάρων γενόμενον σύν3.4.4 ταγμα πρὸς τὴν Νίσιβιν γίνεται. τοῦ τοίνυν φόνου γενομένου μεγάλου τε καὶ ἀξιαγάστου ῾Ρωμαίοις καὶ τῆς λαφυραγωγίας λαμπρᾶς, συναθροισθὲν τὸ στρατόπεδον διαλύονται τὴν ἔχθραν πρὸς τὸν Μαυρίκιον καὶ γεραίρουσι λαφύροις πολλοῖς τὸν αὐτοκράτορα πέμψαντες ὡς αὐτὸν καὶ τὰ σημεῖα τοῦ Περσικοῦ, ἃ τῇ πατρίῳ φωνῇ βάνδα ῾Ρωμαῖοι κατονο3.4.5 μάζουσιν. ὁ δὲ Φιλιππικὸς ἐν τῇ ῾Ιερᾷ λεγομένῃ πόλει ἐνηυλίζετο τῷ φόβῳ συσταλεὶς τῆς ἀταξίας, καραδοκῶν τὴν τῆς ἀναρχίας μεταβολήν. 3.4.6 Χειμῶνος τοιγαροῦν ὥρας διαδεξαμένης τὸν πόλεμον τῇ ἀεικινήτῳ καὶ ἀμοιβαίᾳ τῶν τροπῶν μεταβάσει, ὁ χάραξ τοῦ ῾Ρωμαϊκοῦ διαλύεται. ἐπιγινομένου δ' ἦρος καὶ προσηνῆ καὶ ἐπίχαριν ὄψιν παρεχομένου τῇ γῇ, ἡ κατὰ τὸ εἰωθὸς τοῦ χρυσοῦ διανομὴ τῷ μαχίμῳ ὑπὸ τοῦ αὐτοκράτορος ἐξε3.4.7 πέμπετο. ὁ δὲ ῾Ρωμαίων τε καὶ Περσῶν πόλεμος ἐσφρίγα τε καὶ ἐσφάδαζεν. τὸ δὲ Γετικόν, ταὐτὸν δ' εἰπεῖν αἱ τῶν Σκλαυηνῶν ἀγέλαι, τὰ περὶ τὴν Θρᾴκην ἐς τὸ καρτερὸν ἐλυμαίνοντο, οἱ δὲ Μῆδοι τοῖς ῾Ρωμαίων στρατηγοῖς συγκυρή3.4.8 σαντες παρανάλωμα φόνου ἐγίνοντο, ῾Ρώμη δ' ἡ πρεσβῦτις ταῖς τῶν Λογοβάρδων ἀντεῖχεν ἐφόδοις, τῇ δὲ Λιβύῃ αἱ τῶν Μαυρουσίων δυνάμεις διετέλουν ἐξίτηλοι καὶ τῷ πλήθει τῶν ῾Ρωμαϊκῶν ἀνδραγαθημάτων πρὸς τὸ ταπεινὸν καὶ κατη3.4. τονημένον ἀπέκλινον. οὕτω μὲν οὖν ἐκεῖναι μετὰ τῶν ἀσπίδων καὶ τὰς ἡνίας κατέθεντο τὸν αὐχένα ῾Ρωμαίοις ὑποχαλάσασαι, καὶ τήν [τε] ἠρεμίαν ἐνηγκαλίζοντο, ὁ δὲ Φᾶσις οὐκ ἐθολοῦτο τοῖς αἵμασιν· εἰρηναῖον γὰρ ῥεῖθρον τέως περιεβάλλετο τῷ διαυγεῖ τῆς ἡσυχίας καταρδεύων τοὺς Κόλχους, μηδαμοῦ κεκτημένος Μῆδον οἰκήτορα. καὶ ὧδέ πως τὰ ῾Ρωμαίων διετίθετό τε καὶ συνετάττετο. 3.5.1 ᾿Εν τούτῳ τοιγαροῦν τῷ καιρῷ τελεσιουργοῦνται κατὰ τὴν Μηδικὴν οὐκ ἀναξιόλογα διηγήσεως πράγματα. ἀλλ' ἄγε δὴ ἐνείρωμεν καὶ τάδε τοῖς τῆς ἱστορίας μέλεσιν εὐκοσμότατα, οἷά περ ὅρμον τινὰ λιθοκόλλητον, ὀφθαλμοῖς διανοίας ἑστίασιν, ὤτων δὲ θυμηδίαν, ὡς ἔστιν εἰπεῖν, καὶ 3.5.2 πανήγυριν. φρούριον, Γιλιγέρδων ὄνομα αὐτῷ, ἐνδοτέρω δὲ τοῦτο τῆς Μηδικῆς ᾠκοδόμηται, ἐν χώρᾳ ἐπιλεγομένῃ Βιζαῇ, οὐ πόρρω Βενδοσαβόρων τῆς πόλεως. πρόσεστι δὲ τούτῳ καί τις εἱρκτή· Λήθην δὲ ὀνομάζουσι ταύτην οἱ βάρβαροι. 3.5.3 ὁ δὲ χῶρος ὥσπερ γῆ θεῷ ὀργὰς βασιλικῷ θυμῷ ἀνατίθεται, καὶ τέμενος δυσμενείας