1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

25

τῷ χείλη. περιεφέρετο δὲ καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος, ἐπί τε τῇ λαπάρῃ ἑτέραν βολὴν Μηδικοῦ ἀκοντίου. 2.6.4 αὕτη τοι καὶ τῆς ἀρετῆς αὐτῷ τὸ ἐπιτάφιον ἦν. οἱ μὲν οὖν ἀμφὶ τὸν ῾Ηράκλειον τῷ γενναίῳ περιρρεόμενον τὸν ἀριστέα θεώμενοι αἵματι, ἀγάμενοι τῆς εὐψυχίας ἐποχοῦσι 2.6.5 τῇ ἵππῳ καὶ ὡς τὸν χάρακα διεκόμισαν. εἶτά οἱ ἐφέλκονται τὰ μὲν ἄλλα βέλη τὰ ἐμπεπηγότα τῷ σώματι καὶ παρεξάγουσιν, τὸ δ' ἀνὰ τὴν πλευρὰν ἐξελέσθαι οὐκ εἶχον· διεψιθύριζον γὰρ ὡς ἑαυτοὺς οἱ ταῦτα δὴ τὰ Χείρωνος καὶ Μαχάονος τεχνώμενοι μελετήματα, ὡς συνεκδημήσει αὐτῷ καὶ ἡ ψυχὴ 2.6.6 τῇ τοῦ βέλους ἐξόδῳ. ὁ δὲ Μακεδὼν ἐκεῖνος ἢ Λεωνίδας τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυνέγειρος, ἀρκέσει δὲ τὸ ῾Ρωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρῶν ὑπῃσθάνετο, ἤρετο εἰ τὸ ῾Ρωμαϊκὸν εἴη νενικηκός. ὡς δ' οἱ περιεστῶτες αὐτὸν κατέφασκον καὶ ἄρασθαι Λατίνους τρόπαιον ἔλεξαν, 2.6.7 ἐβασάνιζεν ὅρκοις τὰ ῥήματα. ἐπεὶ δὲ ῾Ρωμαίους ὄντως ἐπέπυστο τὴν κούφην κατὰ τὸν πόλεμον ἀπενέγκασθαι πλάστιγγα, Πέρσας δὲ τὴν ἐναντίαν ῥοπὴν τῷ βάρει τῆς ἥττης καθελκομένους πρὸς πτώματα, ἀνασκιρτήσας τῷ ἄσθματι, μέγα τι παραμύθιον καὶ τῆς ἀλγηδόνος θελκτήριον ὑπῆν 2.6.8 αὐτῷ τὸ λεγόμενον, καὶ τὸ τεθνάναι λοιπὸν ἐκαραδόκει, καὶ τῷ νεύματι τοὺς ὁρῶντας ὥσπερ ὑπέσαινεν ὑπεξάγειν ἀφειδῶς ἀπὸ τῆς πλευρᾶς τὸν Μηδικὸν ἐκεῖνον καὶ διαβόητον δόνακα· οὐ γὰρ εὑρήσειν τοιοῦτό τι ἄλλο ἐφόδιον ἀγαθὸν ἀποφέρεσθαι τῶν ὑπὸ σελήνην τὸν τοῦ κόσμου ὑπεξερχόμενον. 2.6. τὸν δὲ ἀριστέα φασὶ τοῦ καταλόγου γεγονέναι τῶν Κουαρτοπάρθων, οὕτω τὴν προσηγορίαν ἐπιφερομένων τῶν ἐν Βεροίᾳ τῇ πόλει Συρίας τὰς διατριβὰς ποιουμένων. ἐπεὶ δὲ τὸ βέλος τὸ ἐπιθανάτιον τῆς πλευρᾶς ὑπεξήγετο, συνεξορμᾷ ἡ μεγάλη ἐκείνη καὶ γεννικωτάτη τοῦ ἀριστέως ψυχή, εἴπω ἀνὰ τὸ ᾿Ηλύσιον ποιητικῶς ἐπειγομένη ἀφικέσθαι χωρίον; ἀλλ' αἰσχύνομαι μύθῳ προπηλακίζειν τὸ τῶν θριάμβων ἀξίωμα. 2.6.10 ῾Ο δὲ στρατηγὸς τῇ ἐπιούσῃ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιεῖτο καὶ δώροις τοὺς τραυματίας ἐφιλοφρονήσατο, καὶ χρύσεος κόσμος ἀργύρεός τε ἀρετῆς ψυχῆς ἀντίδοσις ἦν, καὶ τῷ 2.6.11 μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν. οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ Πέρσης ἵππος, καλὸς μὲν ἐς θέαν, ἀγαθὸς δὲ πρὸς πόλεμον, ἄλλῳ κράνος ἀργύρεον καὶ φαρέτρα, ἑτέρῳ ἀσπὶς καὶ θώραξ καὶ δόρατα. καὶ τοσούτων ἐκληρονόμουν ῾Ρωμαῖοι κτημάτων ὁπόσων σωμάτων ὁ 2.6.12 πόλεμος. μεσούσης δ' ἡμέρας διέλυσεν ὁ στρατηγὸς τὴν ἔκταξιν εἴς τε τὰς πόλεις καὶ τὰ παρακείμενα φρούρια τὸ τετρωμένον ἐξέπεμπεν, ὅπως ἀκέσοιτο καὶ ἠπίοις τισὶ μαγγανεύμασιν, ἔργοις ᾿Ασκληπιοῦ, τὰς τῶν τραυμάτων ἀκμὰς 2.6.13 κατευνάσοιτο. αὐτὸς δὲ τὸ λοιπὸν ἀναλαβὼν τῆς δυνάμεως ἐσβάλλει ἐς τὰ τῶν Μήδων, καὶ ὅσα τῶν Περσικῶν προμηθείας ἐχήρευεν, ἔπασχε κακῶς. καὶ ἀνανταγώνιστος ἦν ἡ ῾Ρωμαίων ὁρμὴ καὶ δυσάντητος τοῖς ἐντυγχάνουσιν. 2.7.1 ῾Ο μὲν οὖν ῾Ρωμαίων στρατηγὸς ἐπὶ τῇ ᾿Αρζανηνῇχώρᾳ οἷά τις λαῖλαψ ἐπιθαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως πως ἐπεφοίτησε καὶ τὴν Περσῶν πολιτείαν ἀργαλεώτερον διεχρήσατο. οἱ δὲ τῆς ᾿Αρζανηνῆς οἰκήτορες ὑπὸ τὰ τῆς γῆς διακενώματα κατεδύοντο· ἔχειν γὰρ ἐκείνους ἐς βάθος δίκην τινῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς 2.7.2 λόγος ἐς ἡμᾶς ἐνεδήμησεν. τοιγαροῦν ἀνὰ ταύτας δὴ τὰς ὑπογείους καταγωγὰς ἡ σωτηρία τέως σφίσιν αὐτοῖς ἀπεθησαυρίζετο. μενοῦνγε καὶ ἄρτους καὶ μάζας ἐν τοῖς κοιλώμασιν ἀπεταμιεύοντο φυλακῆς ἐν καλῷ εἶναι οἱ τῆς ᾿Αρζανηνῆς 2.7.3 ταῦτα διανοούμενοι. μετ' οὐ πολὺ δὲ κατάφωροι ῾Ρωμαίοις ἐγίνοντο πρός τι βραχὺ τὴν αἴσθησιν παρακλέψαντες, τῶν ἑαλωκότων τὰ ὑπὸ γῆν ἐξειπόντων μυστήρια καὶ ἐπιδειξα2.7.4 μένων εἰς τὸ ἐναργὲς τὸ ἀπόρρητον. καὶ οὖν ἤχοις ἀπεπειρῶντο ῾Ρωμαῖοι τῶν ὑπὸ γῆν ἐμφωλευόντων, καὶ ἦν αὐτοῖς ἡ διὰ τῶν ἀπηχημάτων ἀπόπειρα ἄγγελος ἀψευδὴς τὰ τῶν 2.7.5 λαγόνων τῆς γῆς διηγούμενος ὄργια. καὶ μέντοι ἀνήγοντο οἱ τῆς ᾿Αρζανηνῆς ὥσπερ