1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

108

ἕῳ καὶ ἄνεισιν εὐθὺς ἐκ τῆς τῶν ὑδάτων κοιλίας καὶ θηλύμορφον ζῶον· τὴν γὰρ φύσιν ἐδήλου ἡ πρόσοψις οἵ τε μαζοὶ καὶ αἱ τοῦ προσώπου λειότητες ἥ τε κόμη καὶ ἅπασα ἡ τοῦ φαινομένου σώματος σύνταξις, αἵ τε περιπλοκαὶ 7.16.7 καὶ τὰ ἔκλυτα. ἔλαμπε δὲ τῇ ὥρᾳ τὸ γύναιον. ἡ δὲ κόμη τῷ θήλει λίαν μελάντερος. ἦν δὲ τὸ ζῶον τὸ πρόσωπον ἔκλευκον, εὔριν, τὴν χεῖρα εὐδάκτυλον, τοῖς χείλεσιν εὔκοσμον. ἐσφρίγα δὲ τῷ μαζῷ, καὶ τῇ φαντασίᾳ τὸ τιτθίον ἐδόκει 7.16.8 ἄρτι ὑπὸ τῆς ἥβης προκύψαι μικρόν. τὰ δὲ ἐγκόλπια τοῦ γυναίου ἀνιστόρητα ἡ τῶν ὑδάτων φύσις ἐφύλαττεν, τῆς εὐνῆς τὰ μυστήρια ὥσπερ ἀμυήτους τινὰς τῶν ἀπορρήτων τοὺς θεατὰς ἀποκρύπτουσα. ἡ μὲν οὖν περίπολος τάξις ὅ τε ἡγεμὼν μέχρι τοῦ κλῖναι τὸν ἥλιον ἐψυχαγώγει τὰ ὄμματα. 7.16. ἡλίου δὲ κλίναντος κατέδυσαν τὰ ὁρώμενα εἰς τοὺς ἀπ' ἀρχῆς τῶν ὑδάτων πυθμένας, ἀφωνίᾳ τὴν ἐπίδειξιν συστησάμενα· ἀφθόγγῳ γὰρ σιωπῇ τὴν ἱστορίαν τοῖς ἐρασταῖς ἐπεδείξαντο. 7.16.10 Οὐκ ἂν δὲ περιοψόμεθα ταῦτα δὴ τὰ παράδοξα διηγήματα, ἃ περὶ τούτου δὴ τοῦ ποταμοῦ καὶ τοῖς πρὸ ἡμῶν πεφιλοσόφηται ἄριστα· ἕλκοντες γὰρ τὸ γένος ἐντεῦθεν εἰκότως τοῖς περὶ τοῦ Νείλου διηγήμασιν οὐκ ἀπροσφόρως 7.16.11 φιλοχωρήσωμεν. περὶ μὲν τοῦ ῎Απιδος ῾Ηροδότῳ παραχωρη-τέον τῷ πολυπράγμονι, περὶ δὲ τῶν ἀνθρωπομόρφων καὶ 7.16.12 Νειλῴων ζώων καὶ τοῖς πάλαι ἱστόρηται. τίνος δὲ σημαντικὸν ἡ τούτων ἐνδημία καθέστηκεν, εἰπεῖν ἐθάρρησεν ὁ Λυδός, τῶν ἄλλων λίαν νεώτερος καθεστώς, ὃς κατὰ τοὺς χρόνους ἐγνωρίζετο ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἡμεῖς δέ τι μικρὸν τὴν συνέχειαν ὑποκλέψαντες περὶ τῶν θερινῶν ἀναβάσεων τοῦ Νείλου διέξιμεν, τὰ ἐπισημότερα τῶν ἱστοριῶν διηγήματα ἀξιολόγῳ μνήμῃ τινὶ τοῖς ἀκροάμασι προβαλλόμενοι. 7.17.1 Οὗτος δὲ ὁ Νεῖλος μέγιστος ἁπάντων τῶν περὶ τὴν οἰκουμένην καθεστὼς ποταμῶν, καὶ πολλῶν τῆς Λιβύης καὶ τῆς Αἰθιοπίας τῆς τε ᾿Ινδικῆς αὐτῆς γῆν παραμείβων, τοῦ τε Γάγγου καὶ ᾿Ινδοῦ προτερεύων κατὰ τὸ μέγεθος, ἀπὸ τῶν 7.17.2 ὀφθαλμῶν τῶν ἀνθρώπων τὰς πηγὰς ἀποκρύπτει. θέρους τοίνυν ἀκμάζοντος τὰς αὐξήσεις λαμβάνει, ἐναντίας τῇ φύσει τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν ποταμῶν. τὰς δὲ αἰτίας τὰς παρὰ τοῖς πολλοῖς εἰρημένας τοῖς ἀρχαίοις προτεθειμένας 7.17.3 ἐπὶ λέξεως τῇ παρούσῃ ὑποβάλλομεν ἱστορίᾳ. οἱ μὲν οὖν περὶ τὸν ῾Ελλάνικον καὶ Κάδμον, ἔτι δὲ ῾Εκαταῖον, εἰς τὰς μυθώδεις ἀποφάσεις κατέφυγον· ῾Ηρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος πολλῆς γεγονὼς ἔμπειρος ἱστορίας, ἐπικεχείρηκε περὶ τούτων ἀποδοῦναι τὸν λόγον, ἠκολουθηκὼς δὲ 7.17.4 ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται. ὁ δὲ Ξενοφῶν καὶ Θουκυδίδης ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν μᾶλλον τῶν ἱστοριῶν τούτων ἀπέσχοντο. οἱ δὲ περὶ τὸν ῎Εφορον καὶ Θεόπομπον μάλιστα πάντων ἐπιταθέντες εἰς αὐτὰ οὐδαμῶς τῆς ἀληθείας ἐγένοντο γνώριμοι, οὐ δι' ἀμέλειαν δὲ ἀλλὰ 7.17.5 διὰ τὴν τῆς χώρας ἰδιότητα τὸν λόγον ἠγνόησαν. ἀπὸ γὰρ τῶν ἕκαθεν χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος ξένα ὡς ἐπίπαν τὰ περὶ τοὺς τόπους τούτους παντελῶς ἦν καὶ τοῖς ἐπιβαίνουσιν ἐπικίνδυνα. τοῦ δὲ προειρημένου βασιλέως μεθ' ῾Ελληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν στρατεύσαντος, ἐγνώσθη τὰ κατὰ ταύτην τὴν χώραν 7.17.6 λίαν ὡς ἔπος εἰπεῖν ἀκριβέστερον. οἱ μὲν οὖν κατ' Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασὶ τὸν Νεῖλον λαμβάνειν τὴν σύστασιν, λέγοντες μὲν οὐδὲν ἀληθές, ἀπορίᾳ δὲ λύοντες τὴν ἀπορίαν, καὶ λόγον φέροντες εἰς πίστιν πολλῆς προσδεόμενον πίστεως, ὀρφανὴν τὴν διήγησιν 7.17.7 καταλιμπάνοντες βεβαιώσεως. τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνωθεν τόπων, οἱ καὶ Βόλγιοι προσαγορευόμενοι, λέγουσιν ἐμφάσεις εἶναί τινας περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσοιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων τὸ ῥεῦμα τοῦ Νείλου συνίσταται. 7.17.8 ἀμέλει καὶ πολυγονώτατον αὐτὸν ὑπὲρ ἅπαντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμοὺς