1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

68

συμφορᾶς παραδόξως τὸν κίνδυνον καὶ ἐπὶ τὸ ᾿Αδραβιγάνων ὡς τάχιστα γίνεται. ἐκεῖσε γοῦν στρατοπεδευσάμενος πλείστους τοῦ Περσικοῦ ἐπηγάγετο καὶ τὰ Χοσρόου φρονεῖν 4.15.2 τοὺς ἀφεστηκότας πως ἐτιθάσευεν. δεκάτη δὲ ἡμέρα, καὶ ὡς τὸν ᾿Ιωάννην, ὃν Μυστάκωνα ῾Ρωμαίοις ἔθος ἦν κατονο-μάζειν, ἀπέστελλεν ἄγγελον, τὰ νεώτερα δράματα γνωρίζων αὐτῷ ἀξιῶν τε μαθεῖν ὅπως τῷ Χοσρόῃ ἀπήντησε τῆς εἰς 4.15.3 ῾Ρωμαίους προσχωρήσεως ἡ ἐγχείρησις. ὁ μὲν οὖν ᾿Ιωάννης γράμμασι τὸ ἄκουσμα παραπέμψας τῷ αὐτοκράτορι τοὺς ὑπὸ Βινδόου πρέσβεις παρακατεῖχε καραδοκῶν τί ἂν παρασταίη 4.15.4 παρὰ τῶν ἐγνωρισμένων τῷ αὐτοκράτορι. ὁ δὲ βασιλεὺς Μαυρίκιος τῷ ᾿Ιωάννῃ προσέταττε τοῖς ταὐτὰ τῷ Χοσρόῃ φρονοῦσι συμμαχεῖν τε ἐκθύμως καὶ πᾶσαν αὐτοῖς καλοκαγαθίας πίστιν παρέχεσθαι, ὅπως πρὸς τὸ ἀσθενέστερον ἴδοι τοῦ Βαράμου 4.15.5 τὸ τύραννον. τῇ δὲ προτεραίᾳ ὁ Βεστὰμ ὁ παρὰ τοῦ Χοσρόου ἐς τὰς ᾿Αρμενίας σταλεὶς ἀφικνεῖται παρὰ τὸν ᾿Ιωάννην. ὁ μὲν οὖν ᾿Ιωάννης τήν τε Βινδόου παρουσίαν τῷ Βεστὰμ παρεδήλου τά τε τῷ Βαρὰμ συντετυχηκότα ὡς ἀξιαφήγητα 4.15.6 λίαν περιχαρῶς παρετίθετο. καὶ οὖν ὁ Βεστὰμ περιγάνυται τοῖς ἀκροάμασι καὶ ἐς Χοσρόην ἐξέπεμπεν ἄγγελον ταῦτα δὴ γνωρισόμενον. ὁ δὲ Βινδόης πάλιν ἐγγελῶντα τὰ πράγματα τῷ Χοσρόῃ θεώμενος μέγα περιβάλλεται θάρσος καὶ χρήμασι βασιλικοῖς ἐντυχὼν τοῖς ἀμφ' αὑτὸν διανέμει, ὡς εἶχεν ἑκά4.15.7 στῳ εὐνοίας ἀλκή. ἐπεὶ δ' οἱ τὴν Νίσιβιν περικαθήμενοι φίλον τὸν αὐτοκράτορα Χοσρόῃ διέγνωσαν συμμάχους τε αὐτῷ δυνάμεις μεγάλας κατεπομβρίσαντα, γίνονται εἰς Κωνσταντῖναν τὴν γνώμην μετακοσμήσαντες. ὁ δὲ πολιοῦχος ὑπὸ Χοσρόου λιπανθεὶς ταῖς ὑποσχέσεσι καὶ ταῖς ἐλπίσι χαριζόμενος πάντα ἅπασαν ᾿Αραβίαν τάς τε μέχρι Τίγριδος ποταμοῦ 4.15.8 πρὸς τὸν Χοσρόην, ὡς ἔστιν εἰπεῖν, μετατίθησιν. οἱ δὲ τῆς Μαρτύρων ἐχόμενοι πόλεως, καίτοι τῆς πολιορκίας ὑπὸ ῾Ρω-μαίων ἐπιστατούσης, τοῖς ἐν παραβύστῳ τοῦ Χοσρόου προστάγμασι πειθήνιοί πως γινόμενοι οὐκ ἐδίδοσαν τὴν πόλιν 4.15. ῾Ρωμαίοις, ἀλλὰ καὶ μάλα καρτερῶς ἀντετάττοντο. τοιγαροῦν ὅτε κατάφωρος πανουργῶν γέγονεν ὁ Χοσρόης, ∆ομετιανὸς λογισμοῦ ἀγχινοίᾳ δυσκαταμάχητον ἀντιστρατεύσας βουλὴν τοῦ Περσικοῦ δόλου δίκην πομφολύγων ἐκφύσεως διαλύει 4.15.10 τὸ ὕπουλον. μεταπεμψάμενος γὰρ ὡς ἑαυτὸν τοὺς ἀξιολογωτάτους τῶν περιφρουρούντων τὸ πόλισμα, οὓς μὲν ὑπήγετο λόγοις, οὓς δ' ἐξωνεῖτο τοῖς δώροις, ἀναμιμνήσκων τήν τε τῶν ῾Ρωμαίων ἐπιστασίαν ἐσκειμένην τῇ πόλει, τόν τε Χοσρόην τῆς τοῦ βασιλέως ἐπικουρίας δεόμενον, τόν τε Βαρὰμ ἀμφί4.15.11 βολον περικείμενον τύχην. καὶ τοσαύτην εἶχεν ὁ λόγος τὴν δύναμιν ὡς διαιρεθῆναι ταῖς γνώμαις τοὺς τὴν Μαρτύρων πόλιν κατέχοντας ἑκὼν ἀέκοντι θυμῷ· ἔστω γάρ μοι νῦν 4.15.12 τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα. καὶ δῆτα εὐνοῦχον εἰς τὴν βασιλικὴν δορυφορίαν συντεταγμένον αὐτῷ τὸν κορυφαιότατον, ὃν πραιπόσιτον εἴθισται ῾Ρωμαίοις ἀποκαλεῖν, ἀνὰ τὴν Μαρτύρων πόλιν ἐξέπεμψε παρακελευόμενος Πέρσαις τὸ ἄστυ καταλιπεῖν καὶ περὶ τὴν Νίσιβιν ἀγραυλί4.15.13 ζεσθαι. οἱ μὲν οὖν Πέρσαι, τοῦ βασιλέως Χοσρόου μεταβαλόντος τὴν γνώμην, σπονδὰς μετὰ τῶν πολιορκούντων συνθέμενοι τῆς πόλεως ἐξεχώρησαν. τῶν τοίνυν ἡγεμόνων ἐς Κωνσταντῖναν ἡκόντων, ὤφθη καὶ Σίττας ἐκεῖνος ἀναμεμιγμένος αὐτοῖς, ὁ τὴν Μαρτύρων πόλιν ῾Ορμίσδᾳ, τῷ 4.15.14 Περσῶν βασιλεῖ, παρασχόμενος δόλῳ. ὁ μὲν οὖν ∆ομετιανὸς διεστείλατο Χοσρόῃ ὡς οὐχ ὅσια εἰς εὐεργέτας καὶ ῾Ρωμαίους διεγχειρεῖ ἀνεχόμενος ἀνδρὸς προδότου πολλὰ εἰς ῾Ρωμαίους κακὰ διανύσαντος, ἀναμιμνήσκων ὡς καὶ τῷ Βαρὰμ φίλος 4.15.15 Σίττας γεγένηται, καὶ ἥκιστα συνοίσειν αὐτῷ περὶ πολλοῦ ποιουμένῳ ἄνδρα παλαμναῖον καὶ ἀπιστότατον, μή πού γε τὰ ῾Ρωμαίων πλήθη συστραφέντα αὐτὸν Χοσρόην καὶ τὸν Σίτταν διαχρήσονται, καὶ τὰ τῆς ἀγωνίας τῷ Βαρὰμ λάβοι 4.15.16 ἀνάπαυλαν. ἐπὶ τούτοις συνιδὼν ὁ