1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

42

γενομένης, καὶ μέχρι τῆς Θεοδοσίου πόλεως τῆς ἀποδράσεως ἀκμαζούσης, ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν λίαν ἀνδρικῶς ἀπεφέρετο καὶ κατάδηλος ἦν ἐνευδοκιμῶν ἐν τῷ 3.6.3 δόρατι. ἀναιρεῖται γοῦν ὁ τῶν Περσῶν στρατηγός, ὃν ᾿Αφραάτην ὁ λόγος ἀπέδειξεν, ἤδη που καὶ Μεβόδου ἐν τῇ πρὸς Φιλιππικὸν μάχῃ ὑπὸ ῾Ρωμαϊκῆς πεφονευμένου βολῆς. τῶν δὲ ῾Ρωμαίων διὰ τὴν φυγὴν τῶν Περσῶν ἀπενεγκαμένων τὴν εὔκλειαν, εἰκότως τὰ τῶν βαρβάρων ἐσκυλεύετο σώματα, 3.6.4 καὶ γίνεται τοῦ νενικηκότος τὰ κτήματα. τῇ δ' ἐπιούσῃ καὶ τοῦ Περσικοῦ χάρακος ἐπιβάντες ῾Ρωμαῖοι καὶ τούτου κρατήσαντες τῶν τροπαίων τὸν ἔλεγχον ἐς βασιλέα παρέπεμπον, ξίφη χρύσεα τιάρας τε Περσικὰς καὶ τὰς λιθοκολλήτους ζώνας, ἃς οἱ μαργαρῖται τοῖς βαρβάροις λαμπρύνουσιν, τά τε σημεῖα τῆς παρατάξεως, ἅπερ ῾Ρωμαίοις εἴθισται τῇ 3.6.5 πατρῴᾳ φωνῇ βάνδα ἀποκαλεῖν. ὁ δ' αὐτοκράτωρ τὰς νικηφόρους συλλαβὰς ὑπὸ τοῦ στρατηγοῦ προσδεξάμενος ἱλαρύνετο τε καὶ κατηυφραίνετο καὶ ἱππικοὺς προσέταττεν ἀγῶνας τελεῖσθαι, καὶ κατορχεῖσθαι τοῖς δημοτικοῖς ἐγκελεύεται, ὡς εἴθισται ῾Ρωμαίοις πανηγυρίζουσιν. 3.6.6 ᾿Επεὶ δὲ τὸν πρὸς ᾿Αφραάτην ἀπεπερατώσαμεν λόγον τοῖς διηγήμασιν, φέρε δή, φέρε καὶ τὰ περὶ Σουανίαν τοῖς ῾Ρωμαίοις πραχθέντα τοῖς τῆς ἱστορίας λειμῶσιν ἐπιφυτεύσωμεν· καὶ ζωγράφοι γὰρ τὰ μεγάλα καὶ περιφανῆ τῶν μελῶν ἐγχαράξαντες οὐ πρότερον τοῦ φιλοτεχνήματος ἀποπαύονται, πρὶν ἂν καὶ τὰ σμικρότατα μέλη τοῦ σύμπαντος 3.6.7 τοῖς πίναξιν ἐγχαράξωσιν. ἔτος ὄγδοον τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος, καὶ Βαράμ, ὁ τῶν Περσῶν στρατηγός, ἅμα ταῖς δυνάμεσι τοῦ βαρβαρικοῦ ὑπὸ ῾Ορμίσδα, τοῦ τῶν Περσῶν βασιλέως, κατὰ Σουανίας ἐκπέμπεται. καὶ ἀδοκήτου τῆς ἐπιστασίας τῶν Περσῶν γεγονυίας, τὸ σπου3.6.8 δαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. ληΐζεται γὰρ ἡ Σουανία κάρτα κομιδῇ, καὶ ἄσχετον ἦν τὸ κακόν· ἐχήρευε γὰρ τοῦ στρατηγήσοντος, τῆς Κολχικῆς ἀνηγεμονεύτου ὑπούσης κηδεμόνος τε ὀρφανῆς καθεστώσης, ὡς οἷα περὶ τὴν ἕω τοῦ πολέμου 3.6. σφριγῶντος. τῶν Οὔννων τοιγαροῦν τῶν πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους ἔθος Πέρσαις ἀποκαλεῖν, καταπολεμηθέντων λίαν ὡς ἔπος εἰπεῖν ἐγκρατῶς ὑπὸ ῾Ορμίσδα, τοῦ βασιλέως τῶν Πάρθων, ἐπὶ τὴν Κολχίδα ὁ Βαρὰμ τὸν πόλεμον 3.6.10 μετεβίβαζεν. ἐς τοσοῦτον γὰρ οἱ τῆς Περσικῆς ἤρθησαν βασιλείας αὐχένες, ὡς φορολογεῖσθαι ὑπὸ τῶν Βαβυλωνίων τοὺς Οὔννους, τὸ πρὶν τεσσαράκοντα χιλιάδας χρυσῶν ἠρεμίας προφάσει τοὺς Μήδους εἰσπραττόντων τῶν Οὔννων. 3.6.11 πολυχρύσου τοίνυν τῆς τῶν Τούρκων ἀρχῆς ὑπὸ τῶν Περσῶν γεγονυίας, ἐς μεγάλην τοῦτο δὴ τὸ ἔθνος ἐτέτραπτο πολυτέλειαν· κλίνας τε γὰρ ἐσφυρηλατοῦντο χρυσᾶς καὶ τραπέζας καὶ κύλικας καὶ θρόνους καὶ βήματα ἱππικούς τε κόσμους καὶ 3.6.12 πανοπλίας, καὶ ὅσα τῇ μέθῃ τοῦ πλούτου ἐπινενόηται. χρόνῳ δ' ὕστερον παρασπονδησάντων τῶν Τούρκων καὶ ἀξιούντων περαιτέρω τῶν εἰωθότων δίδοσθαι χρημάτων αὐτοῖς καὶ βαρυτάτην ἐπενθήκην γενέσθαι, τῶν τε Περσῶν τὸ τῆς ἐπιβολῆς τῶν φόρων οὐ φερόντων φορτίον, χειροτονεῖται ὁ πόλεμος. 3.6.13 καὶ λαμπρᾶς τοῖς Πέρσαις γενομένης τῆς νίκης, ἀντικαταρρεῖ μετὰ τῆς τύχης τὰ πράγματα, καὶ ὑπὸ τῶν Περσῶν φορολογοῦνται οἱ Τοῦρκοι προσαφαιρεθέντες καὶ ἃ πρότερον 3.6.14 αὐτοῖς συνήθροιστο χρήματα. καὶ πάλιν κομᾷ τὰ Περσῶν, καὶ περίβλεπτα τῷ ῾Ορμίσδᾳ καθεστήκει τὰ τρόπαια· λαφυραγωγοῦνται γὰρ κλῖναι καὶ τράπεζαι καὶ θρόνοι χρυσοῖ κόσμος τε ἱππικὸς ἀμφορεῖς τε καὶ πάντα τὰ ἐς τυράννων συντε3.6.15 ταγμένα τιμήν. ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ τὰ περὶ τοὺς Τούρκους ἐλήλακεν, ἀνατείνει κατὰ Σουανίας τὴν μάχαιραν, 3.6.16 τῆς Σκυθικῆς Πέρσαις ἀπομαρανθείσης ἐκτάξεως. περίδοξος τοίνυν ὁ Βαρὰμ κατὰ τὸν Τουρκικὸν γενόμενος πόλεμον τῇ Σουανίᾳ προσομιλεῖ, καὶ λείας κρατήσας περιφανοῦς καὶ ἐπὶ τὴν Βαβυλωνίαν ἐκπέμψας ἐς τὸν ᾿Αράξην στρατοπεδεύεται 3.6.17 ποταμόν, ὃν ῎Ερας