1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

32

διασφαλῆναι δοίη τῆς δόξης αὐτὴν τὴν παρ' ἑαυτῆς ἐπικουρίαν ὑμῖν ἀντεξάγουσα." 2.13.15 ῞Οτε τοίνυν ὁ χιλίαρχος τοὺς ἀγεννεῖς τούτους ἐξηρεύξατο λόγους τοῖς τε ῥήμασιν ἐξεδειμάτου τὸν σύλλογον, ἀτρεμοῦντός τε τοῦ πλήθους καὶ τεθηπότος τοῖς φοβεροῖς διηγήμασιν, ἀνήρ τις πρεσβύτης ἐκ τῆς ἐκκλησίας ἀνέθορε μετὰ βοῆς τῷ χιλιάρχῳ μεμφόμενος, ἐξῄτει τε τὴν ἐκκλησίαν ἐς λόγους 2.13.16 ἀντιλογίας γενέσθαι. ἐπεὶ δὲ τὸ πλῆθος ἐπένευε καὶ ταῖς χερσὶ προαγορεύειν ἐκέλευσεν, φωνῇ γηραλέᾳ ποτνιώμενος πρεσβυτικῷ τε δακρύῳ τοῖς ῥήμασι τὴν αἰδῶ προτρεπόμενος ὧδέ πως τῶν λόγων ἀπήρξατο. 2.14.1 "῎Ανδρες ῾Ρωμαῖοι, ἀλλ' εἰ μὴ τοῖς ἔργοις ψεύσησθε τὰ ὀνόματα· ἄνδρες, ἀλλ' εἰ μετὰ τοῦ σώματος ἄρρενας σχοίητε τὰς ψυχάς. εἰ καὶ τοῖς λόγοις κομπάζειν μεγάλα οἶδε καὶ περικυκᾶν ὁ χιλίαρχος, ὅμως ἐνδρανέστερα τῶν ῥημάτων τὰ πράγματα καὶ ψόφων οὐκ ἀνεχόμενα· οὐ γὰρ 2.14.2 καθάπερ παῖδας ἡμᾶς μορμολύττεται τοῖς σοφίσμασιν. ἐγὼ δὲ πρῶτον ἡδέως ἐροίμην ἐκεῖνον· πρὸς τῆς ἀληθείας, τίσι ταῦτα δημηγορεῖς, ὦ χιλίαρχε; ἀγροίκους ἂν ἐβουκόλησας ταῦτα φθεγγόμενος, παρ' οἷς ἀντὶ μὲν ξίφους τὸ πτύον, διφθέρα δὲ θώραξ, ἀντὶ δὲ ἵππου γαύρου τε καὶ ὑψαύχενος ἀροτῆρες βόες, ἰδιῶται τοῖς ἔργοις καὶ θεράποντες γεωργῶν. 2.14.3 τί τὴν ἐκκλησίαν γυναικωνῖτιν ὑπείληφας, καὶ μετὰ τοῦ γένους τὴν φύσιν ἐνύβρισας; ἀδικεῖς τοῖς λόγοις τὰ πράγματα καταναισχυντῶν τῆς βουλῆς. οὐκ ἐν ἀρρένων ὄψεσιν ἐκχεῖν ἀσχήμονας λόγους ἐδόκησας; ἢ οὐκ ἐκκλησίαν ὁρᾷς καὶ δῆμον ῾Ρωμαϊκὸν αὐχοῦντα τῇ προθυμίᾳ καὶ σφριγῶντα τοῖς ὅπλοις καὶ πείρᾳ κινδύνων καὶ προμηθείᾳ τοῦ συνοίσοντος ἐπιστήμονα; τί σοι μικρὰ συμφορὰ μεγάλων ἀνδραγαθημάτων 2.14.4 ἐπίδοσιν περιέτεμεν; καταισχυνέτω σε τὸ πολέμιον μὴ τεθηπὸς ἐπὶ τοῖς ἀτυχήμασιν. ὁ πρὸ μικροῦ λιμναῖος ὥσπερ γενόμενος καὶ πρὸς τῇ νήσῳ φυγὼν καὶ τὴν τῶν ὑδάτων πίστιν σωτηρίαν ἄπιστον ἀνελόμενος νῦν ἀνδρικῶς παρατάττεται καὶ παραθαρρύνει τοὺς τραυματίας καὶ πείθει τοῖς ἕλκεσι μείζονας ὑπὸ τῶν ἐχθρῶν βολὰς ὑποδέχεσθαι ὥσπερ τινὰ 2.14.5 φάρμακα μεγίστων ἀλγηδόνων θελκτήρια. τῶν γὰρ ἔμπροσθέν ἐστιν ἐπιλήσμων κακῶν· ἀπορεῖν γὰρ εὐπραγίας ἀνάγκη τὸν 2.14.6 μὴ μεταβάλλεσθαι τὰς δυσχερείας ἐλπίσαντα. πόθεν ῾Ρωμαῖοι ἐς μέγα προῆλθον δυνάμεως καὶ μικρὰν πολιαρχίαν ἐς τοσοῦτον κράτος παρέτειναν; ἐγὼ μὲν οἶμαι τῷ μεγαλόφρονας εἶναι καὶ ζέοντας ἔχειν τοὺς ἔρωτας, καὶ τῷ τολμητὰς πεφυκέναι καὶ φιλοκινδυνευτάς, καὶ τοῦτο δοκοῦντας τεθνάναι τὸ μὴ 2.14.7 τεθνάναι δι' εὔκλειαν. εἰ γὰρ παραπλήσιοι ἦσαν τῇ τοῦ χιλιάρχου ψυχῇ, οὐ τῆς Εὐρώπης ἐκράτησαν ἄν, οὐ τὴν Λιβύην εἶχον ὑπήκοον, οὐκ ἀργυρολόγους ἐπὶ τὴν ᾿Ασίαν ἐξέπεμπον, οὐ τὸν Νεῖλον ὑπηρέτην ἐκέκτηντο τὸν Αἰγύπτιον πλοῦτον ὥρᾳ θέρους ταῖς ῾Ρωμαϊκαῖς πελαγίζοντα πόλεσι καὶ ταῖς ὁλκάσιν ὥσπερ ἀποχερσοῦντα τὴν θάλατταν. οἷον δέ σου 2.14.8 καὶ τὸ θαυμαστὸν τῶν λόγων ἐφόλκιον; οὐκ ἔσται, φησίν, ἡμῖν ἐπίθετος δύναμις. τίς σοι τοὺς τῆς μαντικῆς ταύτης ἐπίστευσε γνώμονας; ἢ ὥσπερ ἐκ Πυθίας τινὸς τῆς ἀνανδρίας ἀνείλου τὸ μάντευμα; ἔχει καὶ τοῦτο μετὰ τῶν ἄλλων ὁ ὄκνος ἐγκώμιον· μάντις ἐστὶν αὐτοδίδακτος καὶ στοχαστὴς ἑτοιμότατος ἀεὶ τοῖς πράγμασι τὴν ἀναβολὴν ἀποσχεδιάζων 2.14. αὐτόματον. ἐγὼ δὲ τεθαύμακα, εἰ πρὸς τοῖς Μακροῖς οἱ βάρβαροι διαθέουσι τείχεσιν, καὶ βασιλεὺς οὐκ ἐγρήγορεν, 2.14.10 τηλικούτων ἀνὰ τὸ ἄστυ κυμαινόντων θορύβων. μία τις, ἄνδρες, ἀκαταγώνιστος σύμμαχος ἡ πάντων ὑψηλοτέρα μεγαλοψυχία καθέστηκεν, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστῶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλεώτερον ὑπο2.14.11 μένουσα. ἔνθους τοίνυν ἅπας ἐς μάχην χωρείτω τὸ τήμερον, καὶ μέγαν τοῖς ἔργοις εὐδοξίας χαρακτῆρα προσβάλωμεν· οὐ γὰρ τοῖς ὀνόμασιν ὑβρίσω τὰ πράγματα, καὶ τὴν ἀνδρείαν 2.14.12 θράσος ἀποκαλέσομαι, ἢ τὴν ἀριστείαν προπέτειαν. ταῦτα μὲν ὁ πρεσβύτης ἐγὼ καὶ φιλοκίνδυνος. εἰ δέ τῳ καὶ ἄλλῳ δοκεῖ, ταύτῃ κρινέτω. εἰ δὲ μή,