1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

39

ἡνίας. τοῦ δ' ἀποπεμπομένου τὴν τοῦ στρατοπέδου ἀξίωσιν, τῶν δὲ καταναγκαζόντων αὐτὸν ἔσεσθαι περὶ τὴν χειροτονίαν πειθήνιον καὶ προσαπειλούντων καὶ θάνατον τῆς παρακοῆς εἶναι τὸ διαζήμιον, νικῶσι τὰ τῶν στρατευμάτων βουλεύματα, καὶ στρατηγὸς Γερμανὸς ἀνακηρύττεται, ὅρκῳ περιφράξας τὰ τοῦ συνοίσοντος, ὡς ἀπέχονται ῾Ρωμαῖοι τοῦ λωποδυτεῖν τὸ ὑπήκοον, τῆς ἀταξίας ἐκποδὼν γινομένης· διωμολόγητο δὲ καὶ 3.2.6 καταπολεμεῖν αὐτοὺς τὸ ἀντίπαλον. καὶ ταύταις ὁ στρατηγὸς ταῖς συνθήκαις περιφραξάμενος οἷα θώραξιν ἀκαταγωνίστοις τισὶν ἡγεμονεύειν ῾Ρωμαίων ἠσμένισεν. γίνεται γοῦν ὁ ἱερεὺς 3.2.7 ὁ πρέσβις πρὸς τὸν στρατηγὸν καὶ τὸ στρατόπεδον. ὁ μὲν οὖν παρεκάλει τὸ στράτευμα πρὸς σωφροσύνην ἰδεῖν· οἱ δ' ἀπηχθάνοντο τῷ ἱερεῖ καὶ τοὺς λόγους τοῖς ὠσὶν οὐ παρεδέχοντο, ἀλλ' οἷα βάρβαρον ὄψιν ἐξενηλάτουν τὰ παρὰ τοῦ πρέσβεως αὐτοῖς εἰσηγούμενα· παρενεγύων δὲ καὶ τὸν 3.2.8 Πρίσκον ἐξωθῆσαι τῆς πόλεως. οἱ μὲν οὖν τοὺς βασιλικοὺς ἀνδριάντας καταρριπτεῖν ἐνεχείρησαν, (ὃ δὴ καὶ γέγονεν), ἀφανίζουσι δὲ καὶ τὰ διὰ τῆς γραφῆς ἀναθήματα, ἅπερ σανίσι καὶ πίναξιν εἰς βασιλέως τιμὴν χρωματουργίᾳ συνετάττοντο τεχνικῇ· μηδὲ γὰρ ἀνέχεσθαι ἔφασκον ὑπὸ βασιλέα 3.2. παλιγκάπηλον εἶναι. ὁ δὲ πρόεδρος τῆς Κωνσταντίνης κατάδηλα ταῦτα ἐποιήσατο Πρίσκῳ. τοίνυν ὁ Πρίσκος καὶ τὸν τῆς ᾿Εδέσης τοῦ ἱερατικοῦ ἐξηγούμενον πρεσβευτὴν ἀπέστελλε τοῖς στρατεύμασιν. ἀτὰρ ὁ ἱερεὺς γενόμενος πρὸς τὸ στράτευμα καὶ πολλοὺς λόγους καταβαλόμενος ἀνεπιτεύκτως τὴν 3.2.10 ἐπανάζευξιν ἐποιήσατο. τὰ δ' ἐκ τῆς ἀταξίας δεινὰ τῇ ἀνατολῇ ἐπεκύμαινεν, καὶ πάντῃ κακὸν κακῷ ἐπεστήρικτο, ἵνα καὶ ποιητικῆς συμφορᾶς μνήμην ποιήσωμαι, τῶν μὲν τὰς περιουσίας ἀποβαλλομένων, ἄλλων περὶ τὰς ὁδοὺς λῃστρικώτερον βιαζομένων, ἑτέρων ἐν τοῖς ἀγροῖς ληϊζομένων, τῆς τυραννίδος κομώσης καὶ παρεχομένης τοῖς ἀδικήμασι τὸ 3.2.11 ἀνέγκλητον. ὁ μὲν οὖν Πρίσκος γράμμασι ταῦτα κατάδηλα Μαυρικίῳ ἐποιήσατο τῷ αὐτοκράτορι, ὁ δὲ βασιλεὺς τὸν Φιλιππικὸν αὖθις ἐπιβαίνειν τῆς ἀνατολῆς ἐγκελεύεται. 3.3.1 ἐπικηρυκεύονται τοιγαροῦν οἱ τῶν στρατευμάτων τὸν Πρίσκον τῆς ᾿Εδέσης ὑπεξελθεῖν πέντε καὶ τεσσαράκοντα τὸν ἀριθμὸν 3.3.2 χειροτονήσαντες πρεσβευτάς. γίνονται γοῦν οὗτοι ἐν ᾿Εδέσῃ τῇ πόλει παρὰ τὸν Πρίσκον καὶ διαπορθμεύουσιν αὐτῷ τὴν 3.3.3 τῶν στρατοπέδων προαίρεσιν. ὁ μὲν οὖν Πρίσκος πλεῖστα ἀπελελόγητο καὶ πείθει τοὺς ἀπεσταλμένους, ὡς οὐκ ἐν ἀδικίας μοίρᾳ γέγονεν αὐτῷ τὰ ἐπίχειρα. οἱ μὲν οὖν ἐπηγγείλαντο τῷ Πρίσκῳ ὑπομαραίνειν τῶν στρατιωτῶν τὰς μαινόλεις τῆς ὀργῆς φρυκτωρίας· ὁ δὲ Πρίσκος κεχηνὼς ταῖς ἐλπίσι πρὸς 3.3.4 τῇ ᾿Εδέσῃ τὰς διατριβὰς ἐπεποίητο. καὶ δῆτα ἀφίκοντο οἱ πρεσβευταὶ πρὸς τὸν χάρακα καὶ τὰς ἀπολογίας διεξῄεσαν Πρίσκου, ἐνεχείρουν δὲ καὶ τιθασεύειν τὰ νεώτερα τῆς 3.3.5 τυραννίδος σκιρτήματα. ὃ καὶ πρὸς κορυφαῖον αὐτοὺς ἀπῃώρησε κίνδυνον· μόλις γὰρ τὸν θάνατον ἀποκλίνουσι τὸ ἰδιωτεύειν κατακριθέντες· τοῦτο γὰρ τὰ τῆς ὀργῆς ἐδογμάτιζεν. ἐκ τοῦ χάρακος τοίνυν ἐκβάλλονται, καὶ τοιούτοις 3.3.6 δεινοῖς τὰ περὶ τοὺς πρεσβευτὰς ἐπεπέραστο. καταστρατοπεδεύουσι τοιγαροῦν οἱ τῆς ἀταξίας ἡγεμονεύοντες κατὰ Πρίσκου καὶ πέντε χιλιάδας συντεταχότες μαχίμου δυνάμεως ἐπὶ τὴν ῎Εδεσαν ἀποστέλλουσιν. κατ' ἐκεῖνον γοῦν τὸν καιρὸν γίνεται Θεόδωρος περὶ τὴν ῎Εδεσαν τὴν Φιλιππικοῦ ἄφιξιν ὑπισχνούμενος. διά τοι τοῦτο ἀπολιπὼν ὁ Πρίσκος τὴν 3.3.7 ῎Εδεσαν γίνεται ἐς Βυζάντιον. οἱ δὲ περὶ τὸν χάρακα ῾Ρω-μαῖοι ἔτι τῇ ἀταξίᾳ περιεπλέκοντο τὸν Φιλιππικὸν ὅσον οὔπω ἐπιβαίνειν τοῦ Μονοκάρτων αἰσθόμενοι, ὅρκοις τε 3.3.8 διέθεντο μηδὲ τῆς ἐκείνου στρατιαρχίας ἀνέχεσθαι. τὸ δὲ Περσικὸν ταῖς ῾Ρωμαϊκαῖς συμφοραῖς ἐντρυφῶν τῇ ῾Ρωμαίωνπολιτείᾳ περιεκέχυτο καὶ τῇ Κωνσταντίνῃ προσέβαλλεν, καὶ διπλοῦς ταῖς πόλεσιν ὑπῆρχεν ὁ πόλεμος, ἔκ τε τῶν οἰκειοτάτων καὶ τῶν πολεμίων ἐκτρεφόμενός τε καὶ λιπαινόμενος. 3.3. καὶ