1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

109

πεφυκέναι φασίν. οἱ δὲ κατοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην (αὕτη δὲ ἐπὶ τὸ Νειλῷον ἵδρυται ῥεῖθρον) τὸν ποταμὸν κεκλήκασιν ᾿Ασταποῦν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν τῶν ῾Ελλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ· ἀκαταληψίᾳ γὰρ οὗτοι ἀνατι7.17. θέασι τοῦ ποταμοῦ τούτου τὴν φύσιν. Θαλῆς μὲν οὖν εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς τὴν θάλασσαν προχεῖσθαι τὸ ῥεῖθρον, καὶ διὰ τοῦτο αὐτὸν πληρούμενον ἐπι7.17.10 κλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ λόγου τούτου καίπερ εἶναι δοκοῦντος πιθανοῦ ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος· εἰ γὰρ ἦν ἀληθὲς τὸ λεγόμενον, ἅπαντες οἱ ποταμοὶ οἱ τοῖς ἐτησίαις ἐναντίας κεκτημένοι τὰς ἐκβολὰς 7.17.11 ἂν ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν. ᾿Αναξαγόρας δὲ ὁ προσαγορευόμενος φυσικὸς τὴν τηκομένην κατὰ τὴν Αἰθιοπίαν χιόνα τῆς τοῦ ποταμοῦ πληρώσεως ὑπάρχειν αἰτίαν ἐδόξασεν· ᾧ καὶ ὁ τραγῳδοποιὸς Εὐριπίδης πειθόμενος ἐν τοῖς ἑαυτοῦ 7.17.12 ποιήμασι τοῦτο συντέταχεν. ταύτην μὲν οὖν τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιθέσεως δεῖσθαί φαμεν, φανεροῦ καθεστῶτος τοῦ ψεύδους· διὰ γὰρ τὴν ὑπεροχὴν τῶν καυμάτων ἀδύνατον 7.17.13 χιόνα περὶ τὴν Αἰθιοπίαν συνίστασθαι· καθόλου γὰρ περὶ τοὺς τόπους ἐκείνους οὐ πάγος, οὐ ψῦχος οὔτε ὅλως χειμῶνος ἔμφασις πέφυκεν, καὶ μάλιστα τροπαῖς θεριναῖς. εἰ δὲ καί τις εἴποι τῷ τῆς συγχωρήσεως τρόπῳ εἶναι πλήθη χιόνων κατὰ τὴν Αἰθιοπίαν, καὶ αὖθις ἐλέγχεται τοῦ προλεχθέντος 7.17.14 δοκιμωτάτως τὸ ἐξίτηλον. ἅπας γὰρ ποταμὸς ἀπὸ χιόνος τὴν περιουσίαν λαχὼν ὁμολογουμένως αὔρας ψυχρὰς ἀναδίδωσιν, ἀλλὰ καὶ τὸν ἀέρα παχύνειν πέφυκεν· περὶ δὲ τὸν Νεῖλον τὸν ποταμὸν οὔτε νέφους ὑπόστασιν ἔστιν εὑρεῖν οὔτε αὔρας 7.17.15 ψυχρὰς οὔτε παχυνομένην τοῦ ἀέρος τὴν φύσιν. ῾Ηρόδοτος δὲ τὸν Νεῖλον εἶναι μὲν τηλικοῦτόν φησιν ὁποῖός τις καὶ φαίνεται κατὰ τὴν πλήρωσιν, χειμῶνος δὲ ὥρᾳ τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν ὑγρᾶς οὐσίας συστήματα ἐκ τῶν Νειλῴων ὑδάτων, κἀντεῦθεν 7.17.16 χειμῶνος ὥρᾳ ἥττονα γίνεσθαι τὸν ποταμόν· τοῦ δὲ θέρους 7.17.16 ἐπιστάντος, καὶ πρὸς τὰς ἄρκτους ποιουμένου <τοῦ ἡλίου> τὴν βάδισιν, ἀναξηραίνειν καὶ ταπεινοῦν τοὺς περὶ τὴν ῾Ελλάδα ποταμοὺς πεφυκότας· διὰ τοῦτο μὴ παράδοξον καθεστάναι τὴν περὶ τὰς θερινὰς τροπὰς τοῦ Αἰγυπτίου πλήρωσιν ποταμοῦ. ἀλλ' αἰδοῖ τῆς φιλομαθείας τοῦ ἀνδρὸς 7.17.17 οὐ διεξοδικῶς κατηγοροῦμεν τοῦ σφάλματος. εἰ γὰρ ταῦτα σύμφωνα τοῖς ἀληθέσι καθίστατο, πάντως ἂν καὶ ἀπὸ τῶν ἄλλων κατὰ τὴν Λιβύην ποταμῶν ὁ ἥλιος ἀνελάμβανεν, καὶ ἀδελφὰ τῶν παθημάτων τοῦ Νείλου καὶ οἱ τῆς Λιβύης ὑπέμενον ποταμοί. ἀλλὰ μὴν τοιοῦτον οὐδὲν περὶ τοὺς Λίβυας ποταμοὺς ἔστι θεάσασθαι. οὐκοῦν ὁ συγγραφεὺς 7.17.18 ἀποσχεδιάζει τὸν λόγον. ∆ημόκριτος δὲ ὁ τῆς φύσεως ἀδελφὸς περὶ τὰς ἄρκτους ὥρᾳ χειμῶνος καταφέρεσθαι πολλὴν διαβεβαιοῦται χιόνα, θέρους δὲ ὑπόντος ὑπὸ τῆς αἰθάλης διαλύεσθαι ταύτην, ἔνθεν φησὶ γίνεσθαι τηκεδόνα πολλήν, καὶ διὰ τοῦτο τίκτεσθαι πολλὰ νέφη παχύτερα περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως αἰρομένης 7.17.1 πρὸς ὕψος. ταῦτα δὲ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρις ἂν προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν περὶ τὴν οἰκουμένην· εἶναι δὲ ταῦτα περὶ τὴν Αἰθιοπίαν. ἔπειτά πως τοιούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν κατισχυρίζεται περὶ τὰς τῶν 7.17. ἐτησίων ἀνέμων πνοάς. ἀλλ' οὐ πιστευτέον αὐτῷ· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς τροπὰς ὡς ἔπος εἰπεῖν τὰς θερινάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δὲ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων. τὴν μὲν οὖν ἐπίνοιαν τοῦ ∆ημοκρίτου ἀποδεκτέον, τοῖς δὲ λόγοις αὐτοῦ οὐδαμῶς πιστευτέον. ῎Εφορος δὲ ξένην αἰτίαν τινὰ περιίστησιν. φησὶ δὴ τὴν 7.17.21 Αἴγυπτον ἅπασαν ποταμόχωστον εἶναι, ἀλλὰ μὴν