1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

79

διακεκοσμηκότες τὰ μάχιμα, πολλῶν καὶ ἀγαθῶν εἰσηγήσεων τὸ ὁπλιτικὸν ἐμφορήσαντες τῇ τριπλῇ φάλαγγι τὸν πόλεμον διεσκεύασαν. σύμβολον δὲ οἱ ῾Ρωμαῖοι καὶ τοῖς συμμαχοῦσι βαρβάροις παρείχοντο τὴν τῆς θεομήτορος καὶ παρθένου προσηγορίαν διδάξαντες, ἵνα μὴ τῷ διακεκριμένῳ τοῦ γένους ὡς ἀντίπαλον τὸ συμμαχικὸν διαφθαρῶσιν, τῷ συγκεχυμένῳ τῆς συμπλοκῆς ἀδιάρθρωτον αὐτοῖς τῶν οἰκειοτάτων παρεχομένων τὴν δήλωσιν. 5.10.5 καὶ παράδοξόν τι χρῆμα συνέβαινεν· ἐγίνετο γὰρ καὶ Χαλδαίοις τὸ τῆς Μαρίας σωτήριον ὄνομα. κατεκόσμει μὲν καὶ ὁ Βαρὰμ τρισὶ λόχοις τὴν οἰκείαν ἀλκήν, καὶ τὸ μὲν μεσαίτατον τῆς ἐκτάξεως ἐπεῖχεν ὁ τύραννος, οἱ δὲ ἡγεμόνες τοῦ 5.10.6 συμμαχικοῦ τὴν ἐφ' ἑκάτερα δύναμιν. ναὶ μὴν καὶ ἐλέφασι τοῖς ᾿Ινδικοῖς θηρίοις καθάπερ προβόλους τινὰς τῶν ἱππέων ἡγεῖσθαι κατέταττεν, τούς τε ἀνδρειοτέρους τῆς μαχίμου δυνάμεως ἐπὶ τῶν θηρίων ἀναβιβάσας παρεσκεύαζε μάχεσθαι. οὐκ ἠμοίρει δὲ καὶ τὸ ἑκάτερον τούτων δὴ τῶν συμμάχων θηρίων. ὁ μὲν οὖν Χοσρόης πεντακοσίοις ἐς φρουρὰν 5.10.7 ἀνδράσι περιφραξάμενος περιεπόλει τὰς τάξεις. ἀλλ' ὁπότε ἔβλεψάν τε καὶ ἀντεβλέφθησαν ἑκάτεραι δυνάμεις ἀλλήλας, τά τε σημεῖα μετεωρίζετο ἠρέμα τε ὑπὸ τοῦ πνεύματος ἐκρατύνετο, αἵ τε σάλπιγγες περιεδόνουν καὶ τὴν συμπλοκὴν ἐξεβάκχευον ταῦτα δὴ περιβομβοῦσαι τὰ τοῦ πολέμου μυστήρια, ἐκαινοτομεῖτο λοιπὸν τὸ μεταίχμιον καὶ τῶν οἰκείων 5.10.8 ὅρων ἐχήρευεν. ἀγχιμάχου τοίνυν συμπλοκῆς γενομένης, ὁ Βαρὰμ τὸ μεσαίτατον τῆς περὶ αὐτὸν καταλιμπάνει δυνάμεως καὶ πρὸς τὸ εὐώνυμον μετεχώρησεν. πλείστης τοίνυν μεταδοὺς τῆς ἀλκῆς τοῖς ἀναδεδεγμένοις αὐτὸν εἰκότως τὴν ἀντιμέτωπον κεραΐζεται φάλαγγα, τῇ συντάξει τοῦ πλήθους 5.10. ἐξαπιναίως ἐγκείμενος. οἱ μὲν οὖν ῾Ρωμαῖοι κατὰ τοῦτο τὸ κλίτος διαιρεθέντες ἐτράποντο πρὸς φυγήν, φέρειν οὐκ ἔχοντες τὴν ἀντιβρίθουσαν δύναμιν. καὶ οὖν ὁ Ναρσῆς τοῦτο δὴ θεασάμενος, ἠρέμα πλῆθος συρρεῖν τοῖς ἀδυνατοῦσιν ἐγκελευσάμενος ἔστησε τῆς φυγῆς τὴν κατασθένουσαν 5.10.10 δύναμιν. ὁ μὲν οὖν Βαρὰμ κατὰ τῆς μέσης τῶν ῾Ρωμαίων χωρήσας ἀλκῆς ἐπειρᾶτο τρέψαι τὸν Ναρσῆν εἰς ἀπόδρασιν. ὁ τοίνυν Ναρσῆς οὐδὲν μέλον αὐτῷ περὶ τῶν ἐλεφάντων καρτερῶς τῷ Βαρὰμ ἀντετίθετο καὶ ἐπιπίπτει τῇ μέσῃ καὶ ἀντιθέτῳ δυνάμει, καὶ συντεταγμένους τοὺς Μήδους παρα5.10.11 λύει γέ πως αὐτοὺς λίαν κομιδῇ τῆς συννεύσεως. τούτου δὴ γεγονότος καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ δυνάμεις ἐσφάλησαν, καὶ ῥώμῃ κεκρατηκὼς ὁ Ναρσῆς τοὺς μὲν ἱππέας τῶν ἐποχούντων ἀπέβαλλεν, τοὺς δὲ πεζοὺς τῷ δόρατι κατεβάλλετο. 5.10.12 τῆς τοίνυν διώξεως κραταιᾶς γενομένης, καὶ τοῦ φόνου τεθηλότος ἀνὰ τὸν χῶρον, ἓξ Βαβυλωνίων ἀποδράσασαι χιλιάδες ἐπί τινα λόφον γενόμεναι τῆς σωτηρίας ὠρέγοντο. τὸ δὲ ῾Ρωμαϊκὸν περιστοιχίσαν τὸν λόφον τῆς δραπετίδος κρατοῦσι δυνάμεως. πολλοὺς τοίνυν ζωγρήσαντες ἦγον ἐς 5.10.13 Χοσρόην δεσμίους. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τοὺς μὲν μαχαίρας ἀπέδοτο στόματι, ἐνίους τοῖς ποσὶ τῶν θηρίων παρείχετο παίγνιον. ἐπεὶ δὲ διεγνώκει εἶναί τινας τῶν ἑαλωκότων ἐκ τοῦ ἔθνους τῶν Τούρκων, ἐς βασιλέα ἐκπέμπει Μαυρίκιον, τὴν ῾Ρωμαϊκὴν στηλιτεύων ἀλκὴν ἀπαρχάς τε 5.10.14 τῆς νίκης προσφέρων τῷ αὐτοκράτορι. ἐκεχάρακτο δὲ τοῖς μετώποις ἐκείνων τὸ τοῦ κυριακοῦ <πάθους> ἐπίσημον· σταυρὸς δὲ τοῦτο τοῖς πρεσβεύουσι τὴν τῶν Χριστιανῶν θρησκείαν κατονομάζεται. ἐπύθετο γοῦν ὁ αὐτοκράτωρ τί 5.10.15 ἂν εἴη τοῦτο τοῖς βαρβάροις τὸ σήμαντρον. οἱ μὲν οὖν ἐκ τῶν μητέρων τοῦτο ἀποκληρώσασθαι ἔφασκον· λοιμοῦ γὰρ τοῖς πρὸς τῇ ἕῳ Σκύθαις καρτεροῦ ἐνδημήσαντός τινας ἐδέησε τῶν Χριστιανῶν εἰσηγήσασθαι τούτῳ δῆτα τῷ τύπῳ τῶν μειρακίων ἐγκεντῆσαι τὰ μέτωπα. τῶν δὲ βαρβάρων μηδαμῶς τὴν εἰσήγησιν παρωσαμένων, σωτηρίαν ἐκ τῆς συμβουλίας ἀντελάμβανον. 5.11.1 τὸ δὲ ῾Ρωμαϊκὸν (πρὸς γὰρ τὴν νύσσαν τὸν λόγον ἀντεπενέγκοιμι) λαφυραγωγεῖ τοῦ