1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

22

Πέρσας ἀποίσεσθαι ἅμα τὴν Περσίδα τὴν τύχην ἀμείψαντας. τὸ μὲν οὖν Περσικὸν διερρώννυτο ταῖς προρρήσεσιν ὥσπερ 2.2.4 γαυρούμενον. ἀπάραντες τοίνυν ἐκ τοῦ Βούρων ποταμοῦ πρὸς τοὺς ῾Ρωμαίους ἐφέροντο. εἶτα πλήθη καμήλων ἐπέσαξαν ἀσκοὺς ἐπιφορτίσαντες ὕδατος, ἵνα μὴ τῆς τῶν ὑδάτων ἀπορήσαντας φύσεως ῾Ρωμαῖοι ῥᾳδίως αὐτοὺς κατεργάσωνται· τοσοῦτον δ' εὐπραγίας ἐλπίσιν ἐφήπτοντο, ὡς καὶ πέδας, τοῦτο μὲν ἐκ ξύλων τοῦτο δ' ἐκ σιδήρου διειργασμένας, καὶ 2.2.5 μάλα γε πολλὰς προεφέροντο. ὁ δὲ στρατηγὸς τῷ ῾Ρωμαϊκῷ παρενεγύα τῶν γεωργικῶν ἱδρώτων ἀπέχεσθαι φειδοῖ τῆς ἀγροικίας ταῦτα ὑποτιθέμενος. τῇ οὖν ἐπιούσῃ ἄνδρας λογάδας ἐπὶ κατασκοπῇ τοῦ πολεμίου ἐξήρτυσε Σεργίῳ τε τῷ λοχαγῷ ἀνατέθεικεν, ᾧ ἡ τοῦ Μάρδιος φρουρὰ ἐγκεχείριστο, τόν τε ῎Ωγυρον καὶ Ζώγομον· φύλαρχοι δ' οὗτοι τῆς συμμάχου τῶν ῾Ρωμαίων δυνάμεως, οὓς Σαρακηνοὺς εἴθιστο 2.2.6 Λατίνοις ἀποκαλεῖν. οἱ μὲν οὖν ἀπὸ τοῦ στρατηγοῦ ἀποσταλέντες τινὰς τῆς βαρβαρικῆς πληθύος ὑποθηράσαντες στρεβλώσαντές τε διέγνωσαν ὡς ὁ Καρδαριγὰν στρατοπεδεύεται ἔνθα καὶ πρότερον. ἑβδόμη δ' αὕτη ἡμέρα ἐτύγχανε τοῦ κυκλικοῦ τῆς ἑβδομάδος βαδίσματος· σάββατον δὲ τοῦτο τῷ 2.2.7 ἱεροφάντῃ Μωσῇ κατωνόμασται. ἐπεὶ δὲ τῷ ῾Ρωμαϊκῷ ταῦτα ἀνηγγέλθη συντάγματι, εἰς τὸν στρατηγὸν ὑπόνοιά τις εἰσέρχεται ὡς τῇ ἐπιούσῃ ἀποπειραθήσεται τὸ πολέμιον ἐπιτίθεσθαι, οἷα τοῦ ῾Ρωμαϊκοῦ τὴν ἡμέραν γεραίροντος πόνων ἀνάπαυλαν, αἰδοῖ τοῦ σεβάσματος. τῇ δ' εἰσαύριον ἧκον οἱ κατοπτεύοντες καὶ τῷ στρατηγῷ διαγγέλλουσι τὰ Περσικὰ πλησιάζειν στρατεύματα. 2.3.1 ὁ μὲν οὖν Φιλιππικὸς τὸ ῾Ρωμαϊκὸν διεκόσμησε καὶ τριτταῖς κεραίαις τὸ μάχιμον διετάξατο. καὶ τὴν μὲν κεραίαν τὴν εὐώνυμον τῷ Εἰλιφρέδᾳ ἐπέτρεπεν, (ἄρχων δ' οὗτος ἦν τῆς ᾿Εμέσης) ναὶ μὴν καὶ ᾿Αψὶχ ὁ Οὖννος τὴν αὐτὴν περιεβάλετο δύναμιν. τὴν δὲ 2.3.2 τοῦ δεξιοῦ Βιτάλιος ὁ ταξιάρχης. ὁ δὲ στρατηγὸς τὸ μεσαίτατον ἀνελάμβανε κέρας, ταὐτὸν δ' εἰπεῖν ῾Ηράκλειος, ὁ 2.3.3 ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος. διετάχθη δὲ καὶ τὸ Περσικὸν οὑτωσί. ἐπὶ μὲν τοῦ δεξιοῦ λόφου Μεβόδης ὁ Πέρσης, ἐπὶ δὲ τῇ ἀριστερᾷ λόφῃ ᾿Αφραάτης, ἀδελφιδοῦς εἶναι λεγόμενος Καρδαριγὰν τοῦ σατράπου, τὴν δὲ μέσην 2.3.4 ἀπόμοιραν αὐτὸς ὁ Καρδαριγὰν ἐκεκλήρωτο. ἐπεὶ δὲ τὸ πολέμιον παρεφαίνετο, καὶ ἦν κόνις πολλή, Φιλιππικὸς τὸ θεανδρικὸν ἐπεφέρετο εἴκασμα, ὃ λόγος ἕκαθεν καὶ εἰς τὰ νῦν διηχεῖ θείαν ἐπιστήμην μορφῶσαι, οὐχ ὑφάντου χεῖρας 2.3.5 τεκτήνασθαι ἢ ζωγράφου μηλιάδα ποικῖλαι. διά τοι τοῦτο καὶ ἀχειροποίητος παρὰ ῾Ρωμαίοις καθυμνεῖται καὶ τῶν ἰσοθέων πρεσβειῶν ἠξίωται· ἀρχέτυπον γὰρ ἐκείνου θρη2.3.6 σκεύουσι ῾Ρωμαῖοί τι ἄρρητον. ταύτην ὁ στρατηγὸς τῶν σεβασμίων περιπέπλων γυμνώσας τὰς τάξεις ὑπέτρεχεν, κρείττονος καὶ ἀνανταγωνίστου θράσους ἐντεῦθεν μεταδιδοὺς τῷ στρατεύματι. εἶτα παρελθὼν τῆς πληθύος εἰς μέσον, τῇ ἐπιρροίᾳ τῶν δακρύων ὑπὸ τῆς χύσεως τῆς ἀγωνίας βλύζων ἀένναον τοῖς παρακλητικοῖς ῥήμασιν ἐκέχρητο πρὸς τὸ στρά2.3.7 τευμα. καὶ ἦν ἱκανὴ τῶν λόγων ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥαθύμων καὶ νωθρῶν διεγεῖραι τὸ πρόθυμον. καὶ δὴ τὸ παρορμητικὸν μέλος αἱ σάλπιγγες ἤχησαν, ἐπεὶ δὲ περιελάλησαν, παρέθηγον τὰς δυνάμεις εἰς 2.3.8 πόλεμον. ὁ δὲ στρατηγὸς τὸ κυριακὸν ἐκεῖνο ἐπὶ τὸ Μάρδης μετεπέμψατο ἴνδαλμα Συμεώνῃ, τῷ τὸν ἱερατικὸν ᾿Αμίδης θρόνον ἐπέχοντι· ἔτυχε γὰρ τὸν ἄνδρα ἐν τῷ ὀχυρώματι 2.3. κατ' ἐκεῖνο ἐνδιατρίβειν καιροῦ. οἱ δ' ἐν τῷ φρουρίῳ ἐλιπάρουν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ θεῖον καὶ εὐμενίζοντο καὶ μετὰ πληθύος δακρύων τὰς ἱκεσίας εἰργάζοντο, ὅπως 2.3.10 τὴν νικῶσαν ῾Ρωμαῖοι ἀνὰ τὴν ἀγωνίαν ἀποίσονται. οἱ δὲ λοχαγοὶ οἵ τε πρωτοστάται τῶν δυνάμεων, μενοῦνγε καὶ οἱ χιλίαρχοι ἀθροισθέντες ἠντιβόλουν τὸν στρατηγὸν ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως μεταβήσεσθαι. ἐδεδίεσαν γὰρ μή ποτε αὐτοῖς ἐπικινδυνότερος ὁ πόλεμος γένοιτο κοινωνὸν 2.3.11 τῶν πόνων τὸν στρατηγὸν