1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

29

δυνάμεως διεχώριζεν. τρεῖς δὲ τάξεις συντέταχε καὶ τρίχα ἀνὰ τοὺς βαρβάρους 2.10. διέσπειρεν· καὶ τοῦ μὲν δεξιοῦ λόχου ταξιαρχεῖν Μαρτίνῳ παρεκελεύετο, Κάστον δὲ λοχαγὸν τοῦ ἑτέρου κέρατος προεστήσατο· τὸ δὲ μεσαίτατον τῆς δυνάμεως ὁ στρατηγὸς ἀνελάμβανεν. ἡ δὲ πληθὺς τῆς μαχίμου δυνάμεως ἓξ χιλιάδες ὑπῆσαν· αἱ γὰρ τέτταρες διὰ κακίαν ψυχῆς ἦσαν ἀπόμαχοι, ἃς καὶ προσέταττεν ὁ στρατηγὸς μετά γε τῆς ἀποσκευῆς διὰ 2.10.10 φυλακῆς ἔχειν τὸν λεγόμενον χάρακα. ὁ μὲν οὖν Κάστος τὸ ἑαυτοῦ ἀράμενος σύνταγμα τὰ τῆς χώρας περιενόστει λαιά, ἧκε δὲ ἐπὶ Ζαλδαπὰ ἐπί τε Αἷμον τὸ ὄρος. ἀτὰρ ἀδοκήτως τοῖς βαρβάροις ἑωθινὸς κατεσπίλασεν ἀφράκτους τε εὑρόμενος ἐνευδοκίμει τῷ δόρατι περίδοξόν τε ἀπεφέρετο τρόπαιον· τοῦ γὰρ πλήθους τῶν βαρβάρων ἀποδασμὸν διέφθειρε 2.10.11 μέγιστον. καὶ οὖν λαφύροις πολλοῖς τὴν ἀριστείαν ἀνεκαλλώπιζεν ἀποίσειν τε ὑπασπιστῇ ἐδίδου τινί. ὡς εἴθε μὴ ὤφελεν· τοῦτον γὰρ ἀφαιροῦνται τὴν προνομὴν ἐναθροι2.10.12 σθέντες τῇ ὑστεραίᾳ οἱ βάρβαροι. Μαρτῖνος δ' ἐς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος ἐνθαδὶ τὸν Χαγάνον τό τε ᾿Αβαρικὸν αὐλιζόμενον ἐπεσκόπευεν. ἐλλοχῶσι γοῦν οἱ ῾Ρωμαῖοι καὶ ἀθρόον καρτερῶς ἐπιτίθενται. καὶ ὕφαλός τις ἐνῆν τοῖς βαρβάροις ὁ θάνατος, ᾗ τις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά 2.10.13 πως τὸ πολέμιον. ὁ δὲ Χαγάνος παράδοξόν τι ἕρμαιον τὴν σωτηρίαν ηὐτύχησε καὶ φυγῇ συνέριθος ἦν· ἐλάνθανε γὰρ νῆσος ἐν τῇ λίμνῃ τὸν βάρβαρον διασώζουσα. ἦ γὰρ ἂν ἥλω καὶ περίδοξον ἐγεγόνει ῾Ρωμαίοις ζωάγριον. μέγιστος γὰρ οὑτοσὶ καὶ ὀνομαστότατος τοῖς βαρβάροις ἐνέσκηψε κίνδυνος. ἦν δ' ἄρα τἀληθὲς καὶ παρὰ τῶν αὐτομολησάντων 2.10.14 ᾿Αβάρων πέμπτῃ ἡμέρᾳ νοσφίσασθαι. καὶ δῆτα ἀνέζευξεν ἐξ ἑωθινοῦ ὁ Μαρτῖνος, ἔνθα τῷ στρατηγῷ τῇ προτεραίᾳ διώριστο, ὡμορρόθει δὲ καὶ Κάστος ἐς ταὐτὸν Μαρτίνῳ γενόμενος. πλείστης τε δυνάμεως ἐδίδοσάν τε καὶ ἀντελάμβανον τῇ συντυχίᾳ παρ' ἑαυτῶν τὰ συντάγματα ἀσυλίαν ἐχυρωτάτην εἰληχότες διὰ τὴν σύμμιξιν. 2.11.1 Κομεντίολος δὲ τὴν ὁμολογίαν ἀποπεμψάμενος τάς τε πρὸ τῆς προτεραίας συνθήκας οὐδέν τι διεπράξατο ἐς ἐντρέχειαν βλέπον, οὔτε ὡς τὸν Κάστον καὶ Μαρτῖνον ἀπῴχετο διὰ τὸ πλῆθος βαρβάρων ἐς νῶτα διασύρεσθαι καὶ ἐν τροπαίῳ συμπλέκεσθαι. 2.11.2 λόγος δὲ καταιτιᾶται καὶ ῾Ρουστίκιον συντάγματός τινος ἡγεμονεύοντα τῷ στρατηγῷ ὑποτίθεσθαι ὀλιγώρως ἔχειν περὶ τὴν ἄφιξιν καὶ παραμελεῖν τῆς ἐς Μαρτῖνον καὶ Κάστον ἀντανόδου διά τε τὸ τῆς τύχης ἀσαφὲς καὶ δυσέφικτον, τήν τε βασιλέως γνώμην μὴ οὕτως ἔχειν, καὶ τηλικούτοις μὴ 2.11.3 ἐγχειρεῖν κινδύνοις ἐπείγουσαν. καὶ δῆτα ἐξεδίδου ὁ στρατηγὸς ῾Ρουστικίῳ τὰ ὦτα, καὶ τὸ σπουδαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. Μαρτῖνος δὲ καὶ Κάστος ἐς Μαρκιανοῦ πόλιν τὸν στρατηγὸν ἥκειν πυθόμενοι παρ' αὐτὸν ἐπανῄεσαν. ἡλίου δ' ὑπαρχομένου τῆς κυκλικῆς τῆς φωσφόρου δινήσεως, πανστρατιᾷ Κομεντίολος ἐπὶ τὸν ἴδιον ἐχώρησε χάρακα, ἔνθα καὶ τοὺς ἀπολέκτους τοῦ ῾Ρωμαϊκοῦ καταλελοίπει στρατεύματος. 2.11.4 μετ' ἐκεῖνο δῆτα ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύεται, ἐπί τε τοὺς γηλόφους καὶ τοὺς ἐφ' ὕψους αὐλῶνας ἀνάγων. Σαβουλέντε δὲ Κανάλιον ὁ τόπος ὠνόμασται ἐπιχωρίῳ προσηγορίᾳ τινί. ἀλλὰ φέρε τοῦτον ὑπογράψωμεν τῷ λόγῳ καὶ φραστικῇ τινι δυνάμει διαμορφοῦν ἐγχειρήσωμεν. 2.11.5 χῶρος δ' οὗτος πάγκαλος καὶ μετέωρος, ἀνὰ τὸ τοῦ ὄρους μεσαίτατον ὕπτιος τὴν θέσιν, πεδίον καθειμένον, ἀνθοφόροις προσαυλαῖς ἅπαν κατάκομον. λειμῶνες δὲ τούτῳ χλοάζοντες 2.11.6 ὀφθαλμῶν ἑορτὴ καὶ ἑστίασις. διατριβαὶ δὲ αὐτῷ κατάσκιοι, τῷ λασίῳ τῆς ὕλης τὸν ἐπιβάτην ἐγκρύπτουσαι καὶ πολλὴν ἀλέαν μεσημβρίας ὥρᾳ τοῖς ἐντυγχάνουσιν ἀποτίκτουσαι, ὁπότε ταῖς ἡλιακαῖς ἀκτῖσι καὶ τὰ τῆς γῆς ἐνδόμυχα κατῃθάλωται. καὶ ἔστιν ὁρᾶν μὲν ἡδύ, εἰπεῖν δ' οὐ ῥᾴδιον. 2.11.7 περιρρεῖ δὲ τὸν τόπον ὑδάτων ἀφθονία, μήτε τὸν πίνοντα παραλυποῦσα ταῖς ὑπερβολαῖς τῆς ψυχρότητος, μήτε τὸν ψυχάζοντα ἀποκναίουσα