1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

48

πόλεων συρρεύσασαι συμφοραί, καὶ τὸ κακὸν ἀθρόᾳ προ3.12.6 μηθείᾳ τινὶ ἀπόδημον ἐγνωρίζετο. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν στρατηγὸς προχειρίζεται ᾿Ιουστινιανός, ὁ τοῦ Γερμανοῦ υἱός, τοῖς κορυφαιοτάτοις τῶν ἐν τέλει συναριθμούμενος. 3.12.7 ὁ μὲν οὖν στρατηγὸς τὴν πάλαι τῶν στρατευμάτων ἀνάσκητον ἔκταξιν δι' ἐπιμελείας ἀνώρθου διατυπῶν τὸ ἀτύπωτον 3.12.8 καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. ὁ δ' αὐτοκράτωρ ἔτι δυνάμεις συνήθροιζε καὶ τὸ συμμαχικὸν ἀπὸ τῶν ἐθνῶν ἠρανίζετο μεγάλαις χρημάτων ἀποβολαῖς τὰς ἐπιβολὰς τῆς παρατάξεως ἀνανταγωνίστους ἐμπορευόμενος. οἶδε γὰρ χρημάτων ὁλκὴ οἰκονομουμένη μετὰ φρονήσεως καὶ τοῖς προσφαλεῖσι τὴν πρὸς τὸ κρεῖττον ἀνάζευξιν πραγματεύεσθαι. 3.12. ἐπεὶ δ' ὁ καιρὸς τῆς ἐκεχειρίας ἀνάλωτο καὶ ὁ τῆς ἀνακωχῆς ὅρος ῾Ρωμαίοις τε καὶ Πέρσαις διέσβεστο, ἀφικνεῖται τὸ Περσικὸν ἐχόμενα τοῦ ∆αράς, εἰς τοῦτο ἰδόντος τοῦ τὰς στρατηγίδας. ἡνίας ἰθύνοντος Ταμχοσρώ, ἀνδρὸς παρὰ Πέρσαις μεγατιμίου. στρατοπεδεύονται δὲ κατ' αὐτὸ καὶ ῾Ρωμαῖοι 3.12.10 πλησίον. τῆς δὲ συμπλοκῆς οὐδετέρα δύναμις γέγονεν ἔξαρχος. ἐπὶ πολὺ δὲ βλεπούσης τε καὶ ἀντιβλεπομένης ἑκατέρας ἰσχύος, εἰς λόγους συμβάσεως ὁρῶσι τὰ μάχιμα. γίνονται τοίνυν σπονδαὶ ἐφ' ᾧ πρὸς τῇ ἕῳ ἐπὶ χρόνους τρεῖς γαλήνην ἄγειν τὸν πόλεμον καὶ φιλοσοφεῖν τὸ ἀπόμαχον, ἐπὶ δὲ τῆς 3.12.11 ᾿Αρμενίας τὴν ἀγωνίαν ἐνδαψιλεύεσθαι. οὐκοῦν ὁ ῾Ρωμαίων στρατηγὸς ᾿Αμίδαν παραμείψας τὴν πόλιν ἐν τοῖς τῆς ᾿Αρμε-νίας στρατοπεδεύεται κλίμασιν, συνείπετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς καὶ σὺν πλήθει πολλῷ τὸν Εὐφράτην διαπορ3.12.12 θμεύεται. ὁπηνίκα δ' ἐξάκουστος γέγονε τῷ ῾Ρωμαϊκῷ ὁ τῶν Περσῶν βασιλεὺς αὐτουργήσων τὸν πόλεμον, ἔκλυτοι γίνονται τὰς ψυχὰς οἱ ῾Ρωμαῖοι, καὶ οὐκ ἄπο τοῦ δέοντος· ἡ γὰρ βασιλικὴ ἐνδημία τὴν τῶν προϋπαρξάντων κληρωσαμένη Πέρσαις ἐπίτευξιν πολλὴν τὴν τῆς ἀδρανίας ῥοπὴν τοῖς ῾Ρωμαίοις παρείχετο. διά τοι τοῦτο ἐπί τινος λόφου ὁ τοῦ ῾Ρωμαϊκοῦ στρατηγὸς ἐπιβὰς τό τε ὁπλικτικὸν ἐξ ἐπιπέδου περιστησάμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 3.13.1 "῾Η παροῦσα νῦν ἡμέρα, ῾Ρωμαῖοι, μεγάλων ὑμῖν ἀγαθῶν ἄρξει, τοῖς ἐμοῖς εἰ πεισθείητε ῥήμασιν. ὁπλίσατέ μοι τὰς ψυχὰς πρὸ τοῦ σώματος· αἱ καρδίαι πρὸ τῶν χειρῶν πολεμείτωσαν. ἕτερος ἑτέρου προκινδυνευέτω, καὶ σώζεσθε. 3.13.2 ἄνδρες φιλόσοφοι, (φιλοσόφους γὰρ ὑμᾶς ἢ στρατιώτας ἀποκαλῶ· μόνοις γὰρ ὑμῖν ὁ θάνατος ἄσκησις), ἀθάνατον τοῖς 3.13.3 βαρβάροις τὴν προθυμίαν ἐνδείξασθε. ἀκατάπληκτοι γίνεσθε τὰς ψυχάς. δοκεῖτε βάλλειν ἢ βάλλεσθαι, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι τὰς τῶν ἀντιπάλων βολὰς προσιέμενοι. ἔστωσαν μάρτυρες τῆς ὑμῶν ἀρετῆς οἱ πολέμιοι πίπτοντες· διηγεί3.13.4 σθωσαν καὶ τεθνηκότες τὰ τρόπαια. ἄνδρες κοινωνοί, καὶ πόνων ἡμῖν κοινωνοὶ καὶ κρότων διὰ τὸν πόλεμον, ἀρετῆς καὶ κακίας ἡ συμπλοκὴ καθέστηκε βάσανος, καὶ διαιτητής ἐστι ψυχῶν· ἢ γὰρ τὸ θηλυπρεπὲς τῆς δειλίας ἐξήλεγξεν, ἢ τῆς εὐτολμίας τὸ ἀρρενωπὸν μετὰ στεφάνων καὶ θριάμβων 3.13.5 λαμπρῶν ἀναγορεύσει τὸ τήμερον. μὴ πάθητέ τι φιλοσωμάτου ψυχῆς τὰ νῶτα τοῖς βαρβάροις παρέχοντες. ὕπνος τίς ἐστιν ὁ γλυκὺς οὗτος καὶ μεμελετημένος ἡμῖν ὁσημέραι θάνατος, ὕπνος τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς 3.13.6 δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἀδοξίαν μετὰ σωτηρίας, ἄνδρες, αἰσχύνεσθε. τοῦτο θάνατός ἐστιν ἀθάνατος, καὶ τάφος κακίας μηδέποτε περικαλύπτων τῆς ἀσχημοσύνης 3.13.7 τὸν κληρωσάμενον. μὴ ταραττέτω τοὺς ἀριστέας ὑμᾶς ὁ Περσῶν βασιλεὺς ἀναλκέστατα πλήθη περιποιούμενος καὶ μεγαλαυχῶν καὶ τὰς ὀφρῦς ἀνασπῶν ὑψαυχενιζόμενός τε καὶ μέχρι τῶν λόγων κεκτημένος τὸ φύσημα. ἢ οὐ γαῦρον τὸ ἔθνος καὶ σοβαρὸν καὶ τῷ κόμπῳ τῆς μεγαληγορίας τὸ κράτος 3.13.8 ἐπμπορευόμενον; ἀμνημονεῖτε τῶν πρόσθεν ἀτυχημάτων τῆς ἐπιβολῆς τῶν συμμαχικῶν δυνάμεων λαβόντες ἀνάμνησιν. ἀμνημονεῖτε τῆς πρὶν ἀποτεύξεως, ἣν ὤδινεν ἄνοια στρατη3.13. γοῦ, καὶ τῶν ἰθυνομένων ἀταξία κακῶς ἐμαιεύσατο. οὐδὲν