1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

67

τοῦ αὐτοκράτορος κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ ῾Ρωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν 4.14.3 ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ' οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα. 4.14.4 ἐπὶ τούτοις τε τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, οὓς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ ῾Ρωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς 4.14.5 πρέσβεσιν ἐξαπέστειλεν. ὁ μὲν οὖν Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ Καίσαρος διαναγνοὺς τήν τε τῶν ῾Ρωμαίων ἀγασθεὶς ἀρετήν, τὴν μὲν ῾Ιερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντῖναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτηνῆς προεστὼς (∆ομετιανὸς δ' ἄρα οὗτος) βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ Μαυρικίῳ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν 4.14.6 ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δ' αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς ᾿Αντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντῖναν αὐτὴν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις 4.14.7 ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον καλῶς γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέ ποτε τῷ νεωτέρῳ τῆς καθαι4.14.8 ρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον. τῷ δὲ Βαρὰμ ἐπεὶ κατάδηλον γέγονεν ὡς διεσώθη μὲν ὁ Χοσρόης, ὅπως τε ῾Ρωμαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, τὸ δ' αὐτὸ καὶ παρὰ τοῦ αὐτοκράτορος διὰ τῶν πρέσβεων ὡμολόγητο, πρέσβεις ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν παραδι4.14. δόναι ῾Ρωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα. οὐ πολλαῖς δὲ ἡμέραις καὶ τὸ σοβαρὸν ἐξογκωσάμενος τοὺς μὲν συμμάχους ἀθετούμενος κατάφωρος ἦν, τῷ τε Περσικῷ φορτικός τις ὑπῆν καὶ ταῖς ἐπιβολαῖς ἀκατάσχετος πρὸς τὸ χαλεπώτερον ἐξαγριαίνων τὸ 4.14.10 τύραννον. καὶ οὖν οἱ ἀξιολογώτατοι σατράπαι τῆς τούτου δυνάμεως ὑποσυρρέουσι συσκευήν, ὅπως δολοφονηθείη Βαράμ, καὶ πρὸς τὸ γαληναῖον ἐπανήξῃ τοῖς Μήδοις τὰ πράγματα. 4.14.11 οἱ μὲν οὖν ἔξαρχοι τῆς περὶ τὸν Βαρὰμ συσκευῆς ὅ τε Ζαμέρδης καὶ Ζοανάμβης ὁ Πέρσης· προσεταιρισάμενοι γοῦν οὗτοι δὴ οὗτοι καὶ ἑτέρους τῆς Βαβυλωνίας πληθύος λογάδας, ὡς 4.14.12 ἐνῆν, τὰ τῆς ἐπιβουλῆς ἐξελίπαινον. ὑποτοπήσαντες δὲ καὶ Βινδόην πρὸς κοινοπραξίαν αὐτοῖς εἶναι λυσιτελέστερον (οὗτος δ' ὑπὸ τοῦ Βαρὰμ κατῴκει εἱρκτὴν) ἀναπληροῦσιν ἔργῳ τὸ βούλημα, καὶ ἀθρόον ἐς τὴν φρουρὰν εἰσπηδήσαντες, τῶν δεσμῶν τὸν Βινδόην διαλυσάμενοι ταγματάρχην τε λόχου χειροτονήσαντες, οὔσης νυκτὸς εἰς τὰ βασίλεια τῷ Βαρὰμ 4.14.13 ἐπιτίθενται. ὁ μὲν οὖν Βαρὰμ δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τῆς συσκευῆς ἐν γνώσει γενόμενος, ἐξοπλίσας τοὺς φύλακας σιδηροφορεῖν ἐγκελεύεται, τούς τε ἔναγχος ἐκ τῶν ἐθνῶν προσκεχωρηκότας αὐτῷ παρασκευασάμενος τοῖς ἐμπεσοῦσιν ἐς 4.14.14 τὸ καρτερὸν ἀντετίθετο. καὶ τῆς νυκτομαχίας ἰσχυρᾶς γενομένης, ὑπερέσχε Βαρὰμ καὶ ζωγρήσας τοὺς πατέρας τοῦ ἐγχειρήματος ἡμέρας ἤδη λαμψάσης ἀρθροτομεῖ τῶν μελῶν τούτων τὰ πρακτικώτερα, εἶτα ὑποστορέσας τὰ λοιπὰ σώματα τοῖς ἐλέφασιν εἴα πατεῖσθαι καὶ τὸν πανώλεθρον τοῦτον ἐκείνους ἀποφέρεσθαι θάνατον. 4.15.1 ῾Ο μὲν οὖν Βινδόης ἅμα τοῖς σὺν αὐτῷ διαδιδράσκει τῆς