1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

59

ἀπεδύσατο· ἀλλ' οὐ πεισθήσονται Πέρσαι· οὐ γὰρ τὰ πράγματα τοῖς λόγοις συνδιατίθενται. ἢ οὐχὶ θυραυλοῦσιν ἡμῖν τὸν πόλεμον παίζοντες καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες περὶ τὴν Περσικὴν ἀναχέονται φάλαγγα; καὶ τὸ κωλῦσον οὐκ ἔστι 4.5.11 διὰ τὸ σὸν φιλοπόλεμον. πλήρεις οἱ σοὶ θησαυροὶ τοῦ χρυσοῦ· ἀλλὰ καὶ τῶν ὀδυρμῶν αἱ πόλεις τε καὶ οἱ θάλαμοι ἀγροί τε καὶ αὐλῶνες καὶ γήδια, καὶ μιᾶς συμφορᾶς πᾶσα κεκοινώνηκε τύχη, ἵνα δυστυχεστάτης αὐτὸς εὐδαιμονίας 4.5.12 ἐμφορηθείης ὑπὸ τῶν χρημάτων καταρδευόμενος. ἄπιθι λοιπὸν ἐκποδὼν τῶν σῶν ἀδικημάτων παρασχόμενος δίκην. ἑνὸς ἀνθρώπου φθορὰ σωφροσύνης ἔστω διδάσκαλος, καὶ τοῦτο νόμος ἔστω λίαν ἐπιεικὴς τοῖς μετὰ ταῦτα σωτήριος· οὐ γὰρ ἀλαζονείας τρυφήν, ἀλλ' ἀνεπονείδιστον οἰκονομίας ὑπεροχὴν ἡ τῆς βασιλείας ἀναγόρευσις ἐπαγγέλλεται." 4.6.1 ῾Ο μὲν οὖν ξύλλογος κατεκελάδει ῾Ορμίσδου, ὑβρί- ζοντες ἐς αὐτόν, καὶ τῶν λόγων τὴν παρρησίαν ἀπεφαυλίζοντο, ἐτράποντο δ' ἐς τὰ μάλιστα ἐς θυμόν, κυνοφθαλμιζόμενοί τε παρεδριμύττοντο, τοῦ θράσους ἀγάμενοι τὰ φυσή4.6.2 ματα. καὶ πολλῇ τῇ ἐκχύσει τοῦ ἐρεθίσματος ἄγουσιν εἰς μέσον τὸν παῖδα ῾Ορμίσδου, τὸ μειράκιον ἐκεῖνο τὸ δύστηνον, εἶτα ἀποσφάττουσί τε ὁρῶντος ῾Ορμίσδου πάντα τῇ ὀργῇ 4.6.3 χαριζόμενοι. ἀτὰρ μὴ μέχρι τούτου τοῖς κακοῖς ὑπόθεσιν παρεχόμενοι καὶ τοῦ ῾Ορμίσδου τὸ γύναιον ἐς μέσον παραστησάμενοι ἀπὸ τῆς κύστεως τεμαχίζουσιν, κακῶς δικαζούσης 4.6.4 τῆς μαχαίρας τοῖς μέλεσιν. τὸ μὲν οὖν γύναιον ἅμα τῷ κατηθλιωμένῳ παιδὶ οὕτω τὸν βίον ἐν ἐπισήμῳ θεάτρῳ καταστρεψάμενον τραγῳδίας ὑπῆρχεν ὑπόθεσις· ἐπεὶ δὲ τῆς δυστυχοῦς ἱστορίας γέγονεν ῾Ορμίσδας ἀπαράγραφος μάρτυς, κληροδοτεῖται τὴν τύφλωσιν, καὶ τοῦτό πως ἦν αὐτῷ τῶν 4.6.5 συμφορῶν ἐπιμύθιον. περόνας γὰρ σιδηρᾶς ἀνθρακεύσαντες καὶ μάλα καρτερῶς ταύτας συνουσιάσαντες τῷ πυρὶ ἐπὶ τὰς κόρας τῶν ὀμμάτων ἐπέβαλλον, οὕτω τε τῷ μύδρῳ τὸν ῾Ορμίσδαν μετὰ βασάνων τιβίζοντες νύκτα κατ' αὐτοῦ τὸ λοιπὸν διὰ παντὸς ἐψηφίζοντο, ὑποτοπήσαντες μή πως διαδράσειε καὶ πράγματα παράσχοιτο τῇ Περσῶν πολιτείᾳ, ἔναυλον τὴν μνήμην κατέχοντες τῶν ὑπὸ Καβάδου τελεσιουργηθέν4.6.6 των, ὁπηνίκα τὰ Περσικὰ σκῆπτρα κατέθετο. ὁ Καβάδης γὰρ οὗτος πατὴρ μὲν ἐγεγόνει Χοσρόου, τοῦ πάλαι Περσῶν βασιλεύσαντος, ἐπεὶ δὲ παλαμναῖός τις ἦν τήν τε ἐξουσίαν πρὸς βίαν περιεβάλετο καὶ ἐς τυραννίδα τὰ τῆς βασιλείας μετέβαλεν, τῆς ἀρχῆς αὐτὸν παραλύουσι Πέρσαι ἐν εἱρκτῇ τε ἐναποθέμενοι τοῖς τῆς ταλαιπωρίας τιθηνεῖσθαι κόλποις 4.6.7 παρέδοσαν. τούτου τὸ γύναιον τὰς εἰσόδους παρ' αὐτὸν θαμά τε καὶ συχνῶς ἐπεποίητο ὁσημέραι ἐθεράπευέ τε διακονούμενον καὶ ταῖς εἰσηγήσεσιν ἐψυχαγώγει ἐμφρόνως φέρειν 4.6.8 τῆς ἀπαισίου τύχης τὰ δράματα. ὁ μὲν οὖν ἐφεστηκὼς τοῦ φρουρίου, ὃς ταγματάρχης τε ἦν καὶ στίφους στρατιωτικοῦ ἐπιστασίαν ἐκέκτητο, τοῦ γυναίου καταπίπτει ἐς ἔρωτα. ὁ οὖν Καβάδης τοῦτο ἀκηκοὼς παρενεγύα τῇ γυναικὶ ἐς ταὐτὸν εὐνῆς τῷ φρουράρχῃ γενέσθαι καὶ φέρειν τῆς τύχης 4.6. ἅπασαν σπιλάδα προσπίπτουσαν. οὗ δὴ γεγονότος ἔκλυτος ἦν ἡ φρουρά, τό τε σύντονον τῆς διαφυλακῆς ἐκεχαύνωτο, καὶ δουλαγωγεῖται τῇ ῥαθυμίᾳ τὸ ἄγρυπνον. ἐντεῦθεν ὁ Καβάδης μεταβολὴν τῶν ἐνοχλούντων ἐμπορευσάμενος καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἀμφιασάμενος τῆς εἱρκτῆς ἐξεχώρησε καταλείψας τὸ γύναιον τὴν αὐτοῦ στολὴν ἀμπεχόμενον. 4.6.10 Σεώσην τοίνυν δοκιμώτατον φίλον παραλαβὼν τοῖς ἔθνεσι τῶν Οὔννων προσομιλεῖ, οὓς Τούρκους πολλαχοῦ που ἡ ἱστορία ἐγνώρισεν. εἶτα ὑπὸ τοῦ βασιλέως τῶν ᾿Εφθαλιτῶν φιλοφρονώτατα ξενισθεὶς δυνάμεις τε ἀξιολογωτάτας περιβαλόμενος, μάχῃ τῶν ἀντιπάλων κεκρατηκὼς ἀπολαμβάνει τὸ 4.6.11 κράτος ἀναζεύξας πρὸς τὰ βασίλεια. ὁ μὲν οὖν Καβάδης ἀντιταλαντεύων Σεώσῃ τῷ τῆς φιλίας θεσμῷ τὴν ἀντίδοσιν ταῖς ὑπεροχαῖς τῶν ἀρχῶν τοῦτον ἐλάμπρυνε δίκας ὑπὸ τῶν ἠδικηκότων ὠμότατα εἰσπραξάμενος. ταῦτα γοῦν ταῦτα οἱ τῶν Περσῶν σατράπαι διανοούμενοι