1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

10

τῆς συμπαθείας· φιλεῖ γὰρ ἡ συμφορὰ καὶ τῷ θεατῇ μετα1.1.22 διδόναι τοῦ πάθους. τὴν στεφάνην <δὲ> ὁ βασιλεὺς ἀράμενος τήν τε πορφυρᾶν διπλοΐδα, ἀμπεῖχε τὸν Καίσαρα. διεχεῖτο δὲ πολλὴ ταῖς εὐφημίαις παρὰ τῶν ὑπηκόων βοή. ἔνιοι γὰρ τὸν προστησάμενον ἀπεθαύμαζον ἀγάμενοι τῆς εὐβουλίας τὸν αὐτοκράτορα, ἕτεροι τὸν ἀναρρηθέντα καὶ τηλικαύτης ἡγεμονίας ἑαυτὸν παραθέμενον ἄξιον, ἅπαντες δὲ τὸν αἴτιον τούτων ἁπάντων θεὸν ἄμφω ταῦτα καλῶς συμβιβάσαντα. 1.1.23 ἐπεὶ δὲ ὁ μέγας οὗτος καὶ ὕστατος τοῦ βασιλέως σκοπὸς διανυσθεὶς ἐτετέλεστο, τά τε τῆς ἀναγορεύσεως ἔθη κατὰ τοὺς βασιλικοὺς θεσμοὺς ἐπεπλήρωτο, ἐπὶ τὴν ἑαυτοῦ κλίνην Τιβέριος ὁ αὐτοκράτωρ ἀνέζευξεν. 1.2.1 Λόγος δὲ καὶ θείαν ὀμφὴν πρό τινος βραχέος τῆς νόσου καιροῦ κατηχηθῆναι Τιβερίῳ τῷ αὐτοκράτορι. ἔδοξε γὰρ ἐν ὕπνοις παρεστάναι αὐτῷ πάγκαλος τὴν θέαν ἀνὴρ ἐνθέου τινὸς ὡραιότητος εἰκόνα φερόμενος, τῷ μὲν λόγῳ τὸ ἄρρητον, τῇ δὲ γραφῇ τὸ ἀμίμητον. ἐσθὴς δὲ τῷ νεανίᾳ λευκή, τόν τε τόπον καὶ τὸν θεατὴν καταυγάζουσα ταῖς 1.2.2 μαρμαρυγαῖς τῆς ἐλλάμψεως. φῆσαι δὲ πρὸς τὸν Καίσαρα, συνδημηγορούσης αὐτῷ τῆς χειρὸς ἐν τῷ σχήματι, "τάδε σοι, Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι." εἶτα τὸν βασιλέα διανήψαντα τεταράχθαι τῇ φαντασίᾳ, ὄρθριόν τε διανίστασθαι καὶ τοῖς ἀμφ' αὐτὸν διεξιέναι τὰ τῶν ὀνειράτων θεάματα. 1.2.3 Τῇ δὲ ὑστεραίᾳ (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) τῷ κοινῷ τῆς φύσεως νόμῳ Τιβέριος, εἰ καὶ βασιλεὺς ἐτύγχανεν ὤν, ἐπειθάρχησεν ἀπέστη τε τῶν τῇδε, καὶ οἷα σκηνὴν τῆς ψυχῆς καταλελύκει τὸ ἀχθοφόρον τουτὶ καὶ γήϊνον χιτωνίσκιον. καὶ πολὺς ἀνὰ τὸ ἄστυ ἐπεκύμαινε θρῆνος· πολλῶν γὰρ ὀφθαλμῶν ῥεῖθρον διήνοιξε καὶ φλέβας δακρύων ἀνέτεμεν, καὶ μέγα ταῖς τῶν πολλῶν ψυχαῖς ἐνεφοίτα τὸ 1.2.4 πένθος. τὸ φαιδρὸν τῆς στολῆς διερρήγνυτο τό τε κατηφὲς τῆς ἐσθῆτος ἀντελαμβάνετο. ἅπαντας ἐπὶ τὸ στυγνὸν ἐκεῖνο θέατρον συνεκάλει τὸ ἄκουσμα. εἰσήρρει τὰ πλήθη τῇ βασιλίδι αὐλῇ· οὐκ εἶχε τὰ προαύλια φύλακας τοῖς πολλοῖς προπετάσμασι μόλις τοῖς ἐν ἀξίᾳ φιλοτιμουμένοις τὴν εἴσοδον. κατηφὴς ὑμνῳδία πάννυχος ἦν ταῖς φωταγωγοῖς λαμπάσι σκυθρωπὸν 1.2.5 ὄψιν παρέχουσα. καὶ δῆτα μετὰ τὸν ὄρθρον τὰς ἀκτῖνας προσβάλλοντος ἡλίου καὶ τὸ ὑπέργειον διατρέχοντος ἡμισφαίριον, προύπεμπεν ἅπας τεθνηκότα τὸν βασιλέα καὶ μετ' εὐφημίας εἶχεν ἐπομβρῆσαν τὸ δάκρυον, πολύς τε ἦν ὁ ἐπιτάφιος ἔπαινος, εἷς ἀπὸ στομάτων πολλῶν προχεόμενος οἷά τις ποταμὸς εἰς πολλὰς ἀρχὰς μεριζόμενος, ἢ δένδρον ὑψιτενές τε καὶ εὔκομον πολλαῖς τε καὶ μεγάλων κλάδων 1.2.6 ἐκφύσεσι διαιρούμενον. εἴωθε γὰρ δεινοπαθεῖν τὸ ὑπήκοον ἐπὶ ταῖς ἀώροις μεταστάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως, εἴγε πιθανῶς καὶ δημοτικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο. 1.2.7 ἐπεὶ δὲ τοῦτον ὁ τῶν βασιλέων ὑπεδέξατο τάφος, ἐπὶ τὴν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα δορυφορίαν ἅπας ἐτέτραπτο, καὶ πέρας αὐθήμερον εἶχε τὸ δάκρυον· οὐχ οὕτω γὰρ τοῖς ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια. 1.3.1 ῎Ηδη δὲ τὸν τῆς ἱστορίας ὑφαίνειν ἱστὸν ἀπαρχόμενος τούς τε βαρβαρικοὺς πολέμους ἀναγράπτους ποιούμενος, τῆς κατὰ τοὺς ᾿Αβάρους κινήσεως πρῶτα μνησθήσομαι διά τε τὸ τῶν πράξεων προσεχέστατον τῆς τε τάξεως τὸ προσφορώτατον. 1.3.2 οὐκ ὀλίγα τοίνυν νεανικώτερον παρ' ἐκείνων τὸ τηνικαῦτα τετόλμηται. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῷ ῎Ιστρῳ, ἀπιστότατον ἔθνος καὶ ἀπληστότατον τῶν νομάδην βιούντων. 1.3.3 οὗτοι πρεσβεύονται πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον οὐχ ἥκιστα τοῦ μεγίστου πολίσματος γενόμενοι κάτοχοι. Σίρμιον δὲ τοῦτο ὠνόμαστο, ἄστυ τε περίδοξον ἦν, τοῖς ἀνὰ τὴν Εὐρώπην οἰκοῦσι ῾Ρωμαίοις περιλαλούμενον καὶ ᾀδόμενον. 1.3.4 τοῦτο ἥλω πρό τινος βραχυτάτου καιροῦ τοῦ τὸν αὐτοκράτορα Μαυρίκιον τὰς ῾Ρωμαϊκὰς μετὰ τῆς πορφύρας ἐνδύντα 1.3.5 φροντίδας τῆς τῶν