1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

72

πολεμίαν ὄψιν, μή που ἐξαπιναίως αὐτῷ συγκυρήσειεν, τῆς περὶ τὸ σῶμα φρουρᾶς προμηθίαν ἐτίθετο. οὐκοῦν ἐν τῷ πύργῳ τῷ ἀνὰ τὸν χῶρον ἱδρυμένῳ καὶ ἐκ λογάδων λίθων κεκτημένῳ τὴν σύνθεσιν τῇ δοκήσει 5.1.12 κατεπαννυχίζετο τῆς δειλίας ἀπόκοιτος. ὁ τοίνυν ῾Ροσᾶς οὐ πόρρω τοῦ στρατηγοῦ ἀφικόμενος, ἐπεὶ διέγνωκε τὸν χῶρον ὅπου δὴ οὗτος πάννυχος κατηυνάζετο, ποδηγὸν δεξάμενος ἐς τὸ πρόσω ἐβάδιζεν. ἐπεὶ δὲ τῷ ἐχυρώματι προσεπέλασεν, προθέειν προσέταττέ τινα τῆς δυνάμεως λέξοντα τῷ στρατηγῷ ὑπὸ Βαρὰμ ἔσεσθαι ἄγγελον, καὶ ἐπίθετον αὐτῷ ἐπι5.1.13 φέρεσθαι δύναμιν. ὁ μὲν οὖν ἐπὶ τὸ ὡσανεὶ φρούριον γεγονὼς μεσούσης νυκτός, τῇ πατρίῳ φωνῇ τοὺς περιφρουροῦντας φενακισάμενος ἠξίου τῷ στρατηγῷ δι' αὐτῶν περιηχηθῆναι τὸ ἄκουσμα. ἐπίχαρι τοίνυν οἱ δείλαιοι τὴν ἐπαγγελίαν δεξάμενοι μεταπορθμεύουσιν ἐπὶ τὸν Ζαδεσπράτην τὸν λόγον, ὡς οἷα δὴ περὶ δεξιοῦ τινος καὶ συντονίας ἀξίου κατεπειγό5.1.14 μενοι. ὁ μὲν οὖν Ζαδεσπράτης ἔτι ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος, θαρρεῖν ἔλεξε Πέρσαις ἀταλαιπωρήτως τὸν λόγον εἰσοικισάμενος, καὶ τὴν πυλίδα τοῦ φρουρίου διανοῖξαι προστάττει. τοῦτό τοι καὶ γέγονεν αὐτῷ αὐτοσχέδιός τε καὶ αὐθαίρετος θάνατος, ἀφορμὴν τοῦ κινδύνου 5.1.15 τὴν ἀφροσύνην κτησάμενος. οἱ μὲν οὖν περὶ τὸν ῾Ροσᾶν εἰσρεύσαντες περὶ τὸ φρούριον τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν· ὁ δὲ στρατηγὸς τὸ ἀδόκητον θεασάμενος βάραθρον, ἐπὶ τέγους οἰκίσκου γενόμενος ἠξίου παρὰ τῶν ᾑρηκότων σωτηρίαν ἀρύσασθαι. ἐπεὶ δὲ διηπειλεῖτο πυρὶ τὸ 5.1.16 δωμάτιον ἀφανίζεσθαι, ἀφικνεῖται πρὸς τὸ πολέμιον. τοίνυν τοῦτον καρατομήσαντες οἱ ἀντίπαλοι καὶ πάντα τὰ ἐν τῷ φρουρίῳ λαφυραγωγησάμενοι ἧκον παρὰ τὸν Σολχάνην τήν τε κεφαλὴν τοῦ Ζαδεσπράτου ἐπιφερόμενοι καὶ ὅσα ἡ τύχη τῷ δόλῳ δέδωκεν ἐγκολπώσασθαι. 5.2.1 ῾Ο μὲν οὖν Σολχάνης τοῖς προαυλίοις τῶν φροντίδων καταγαυρούμενος ἐς τὴν Κωνσταντῖναν Χοσρόῃ ἐξέπεμπε τήν τε κεφαλὴν τοῦ ἀντιμάχου στρατηγοῦ τόν τε πλοῦτον ὃν 5.2.2 ἀπραγματεύτως τὰ τῆς εὐβουλίας ἐσκύλευσεν. ὁ μὲν οὖν Χοσρόης τῶν ἀπαισίων ἐλπίδων μετανάστης γενόμενος τῇ ἀθυμίᾳ διαζύγιον δίδωσι καὶ πρὸς τὸ δεξιώτερον τὰς ἐκβάσεις 5.2.3 τῶν ἐσομένων ἀντιμετέβαλλεν. ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ οἱ κατὰ τὸ ᾿Ανάθων ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντες ἐπανίστανται καὶ ἀναιροῦσι τὸν ἡγεμόνα, τήν τε τούτου κεφαλὴν 5.2.4 παρὰ τὸν Χοσρόην ἐξέπεμπον. ὅτε γοῦν ὁ Χοσρόης τούτων δῆτα τῶν ἀνδραγαθημάτων τὴν συμφωνίαν στέφουσαν αὐτὸν ἐθεάσατο, ἐκ τῶν ἤδη φθασάντων ἐνέχυρον τῶν ἐσομένων λαβὼν ὡμολόγει μέγιστον εἶναι ἁπάντων θεὸν τὸν παρὰ ῾Ρωμαίοις Χριστὸν θρησκευόμενον καὶ τιμώμενον, καὶ ἀπυ5.2.5 λώτῳ τῷ στόματι τὴν πάλαι θρησκείαν ὠβέλιζεν. δεκάτη δὲ ἡμέρα, καὶ ἐς βασιλέα Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περιπέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμμαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν ἀντι5.2.6 καταβάλλειν ῾Ρωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ ῾Ρωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτάλαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατακερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν. 5.2.7 ὁ μὲν οὖν Γρηγόριος ὁ τῆς ἑῴας ἱερωσύνης προεστηκὼς τὴν Κωνσταντῖναν ἀπολιπὼν πρὸς τὴν ᾿Αντιόχειαν μετεχώρησεν. μετ' οὐ πολὺ δὲ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρατηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ τοῦ Κομεντιόλου προπηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἐπιβολὰς 5.2.8 τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον