1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

113

τὸ Βιμινάκιον τὰς διατριβὰς ἐποιεῖτο. ἦν δὲ αὐτῷ ἡ ἀναβολὴ τοῦ μὴ ἐθέλειν συμπλέκεσθαι ἀπίθανος οὐδαμῶς· μαχαίρᾳ γὰρ ἰατρῶν τὰς ἐπὶ τῆς χειρὸς φλέβας ἀποτμηθεὶς ἐπὶ αἵματος ἐκροῇ εὐφήμως 8.2.6 πως διὰ τὴν δειλίαν ἀπόμαχος ἦν. διαπορθμευθέντων τοίνυν τῶν ῾Ρωμαίων τὸν ῎Ιστρον καὶ συστησαμένων τὸν χάρακα, <οὐ> κατελίμπανε τὴν νῆσον ὁ Πρίσκος· οὐκ ἤθελε γὰρ τοῦ Κομεντιόλου ἐκτὸς ποιήσασθαι τὴν παράταξιν. οἱ δὲ βάρβαροι, ἀστρατήγου τῆς ῾Ρωμαίων ὑπαρχούσης δυνάμεως, 8.2.7 πρὸς τὸν χάρακα τούτων ἐκτρέχουσιν. οἱ δὲ ῾Ρωμαῖοι ἀγγέλους εἰς τὸ Βιμινάκιον τοῖς στρατηγοῖς ἐπιπέμπουσι τόν τε κίνδυνον παρεδήλουν· δυσανασχετοῦντός τε τοῦ Πρίσκου τοῦ Κομεντιόλου ἐκτὸς τοῦ ἔργου ἐφάψασθαι, καὶ τῶν βαρβάρων λίαν ἐγκρατῶς ἐπικειμένων, πείθεται ὁ Πρίσκος τὸν Κομεντίολον καταλιπεῖν καὶ τὰς φροντίδας τῶν κινδύνων αὐτὸς ἀναδέ8.2.8 ξασθαι. καὶ οὖν καταλιμπάνει τὸ Βιμινάκιον καὶ πρὸς τὸν ῾Ρωμαϊκὸν γίνεται χάρακα. δευτέρα δὲ ἡμέρα, καὶ προστάττει τὰς ναῦς τοῦ ῎Ιστρου καταλιπούσας τὰς ὄχθας περὶ τὸ Βιμι8.2. νάκιον μεθορμίσασθαι· ἐδεδίει γὰρ ὁ Πρίσκος μή πως οἱ ῾Ρωμαῖοι, τῶν ἐπακτρίδων διακειμένων αὐτοῖς περὶ τὰς ὄχθας τοῦ ποταμοῦ, συνεχεῖς τὰς μεταβάσεις ἐπὶ τὴν νῆσον ποιήσονται, κἀντεῦθεν κατακερματιζομένης τῆς τῶν ῾Ρωμαίων δυνάμεως 8.2.10 ἀσθενεστέραν ἡ τάφρος τὴν φρουρὰν ἀπολάβοι. τοίνυν τῶν βαρβάρων κατεπειγομένων πρὸς πόλεμον, τετάρτη ἡμέρα, καὶ ὁ Πρίσκος ἐξ ἑωθινοῦ σιδηροφορεῖν τοῖς ῾Ρωμαίοις προσέταξεν, καὶ ὡς ἐνῆν τὰς ἐκτάξεις τρισὶ συστησάμενος φάλαγξι τῶν 8.2.11 πολεμικῶν ἐγχειρημάτων ἀπήρχετο. οἱ μὲν οὖν ῾Ρωμαῖοι ἀποσχόμενοι τῶν τόξων ἀγχιμάχως τοῖς δόρασι κατεπολέμουν τὸ βάρβαρον. τῶν δὲ ᾿Αβάρων δέκα καὶ πέντε συστήμασιν ἐξοπλισάντων τὴν ἔκταξιν, καὶ τῶν ῾Ρωμαίων εἰς μίαν σύννευσιν καὶ φόβῳ τοῦ χάρακος καὶ τετραπλεύρῳ μάχῃ διακεκοσμηκότων τὴν ἔκταξιν, ἀσυλίαν ἐντεῦθεν παρεχομένων τῷ χάρακι, ἐπὶ ὥρας πολλὰς ὁ πόλεμος εἶχε τὴν πρόοδον. 8.2.12 ἡλίου δὲ κλίναντος συναπέκλινε καὶ ὁ πόλεμος, καὶ ἦν ἐπιδέξιος αὕτη ἡ τοῦ πολέμου τοῖς ῾Ρωμαίοις ῥοπή, τριακοσίων τε ἀναιρεθέντων ῾Ρωμαίων, χιλιάδες τέτταρες ἐκ τῶν ᾿Αβάρων διώλοντο. ἐπιγενομένης οὖν νυκτὸς εἰς τὸν χάρακα οἱ ῾Ρωμαῖοι ἀνέζευξαν. 8.3.1 Τρίτη δὲ ἡμέρα, καὶ ὁ βάρβαρος ἕτερον συνεστήσατο πόλεμον. ὁ μὲν οὖν Πρίσκος ὡς οἷόν τε ἦν συντάξας τὸ 8.3.2 στράτευμα ἑωθινὸς ἐχώρει πρὸς τὴν παράταξιν. τρεῖς τοίνυν συντάξας δυνάμεις ἐς τὰ μάλιστα τοῖς ῾Ρωμαίοις, εἶτα ἐνεγύησεν ἐς τὸ καρτερὸν τὰ κέρατα περισχίσαι αὐτίκα οὕτω τε τοὺς ᾿Αβάρους εἰσδέξασθαι, ὅπως οἱ βάρβαροι, περὶ τὰ κοιλότερα γινομένης τῆς δυνάμεως, καὶ κατειλημμένοι ἐν 8.3.3 μέσῳ, περιπέσωσι συμφοραῖς ἀδοκήτοις. τῷ τοιούτῳ τοίνυν τρόπῳ καταστρατηγοῦνται οἱ βάρβαροι, καὶ ἀναιροῦνται ἐκ τῆς πολεμίας καὶ ἀντιθέτου δυνάμεως χιλιάδες ἐννέα. ἡλίου 8.3.4 δὲ δύοντος ἐπὶ τὴν τάφρον τὸ νενικηκὸς ἐπανῆκεν. δεκάτη δὲ ἡμέρα, καὶ ὁ στρατηγὸς ἠκηκόει ἥκειν αὖθις τὸν βάρβαρον πρὸς παράταξιν. ἡμέρας δὲ λαμπούσης τὸ ῾Ρωμαϊκὸν καθοπλίσας 8.3.5 κοσμίως τε συμφραξάμενος ἐχώρει πρὸς πόλεμον. ὁ μὲν οὖν Πρίσκος τρισσαῖς αὖθις φάλαγξι τὰς δυνάμεις κατεστρατεύσατο, ὁ δὲ βάρβαρος μίαν συστησάμενος φάλαγγα κατὰ τοῦ Πρίσκου ἐχώρησεν. ὁ μὲν οὖν Πρίσκος τὴν εὔθετον τῶν τόπων χώραν καταλαβὼν τήν τε ῥύμην τοῦ πνεύματος ἔχων συνέριθον, ἀφ' ὕψους τοῖς ᾿Αβάροις ἐνήραξε τοῖς τε δύο κέρασι κατε8.3.6 πολέμησε τὸ πολέμιον. ἐπεὶ δὲ λίμνη ὑπεστόρητο τοῖς τόποις ἐκείνοις, ἐπὶ τὰ ὕδατα ἐξωθεῖ τὸν βάρβαρον. διὰ τοῦτο περὶ τὸ ῥόθιον ἀποκρουσθέντες οἱ βάρβαροι καὶ τὴν λίμνην ἀντι8.3.7 μέτωπον δυστυχήσαντες λίαν σφοδρῶς ἀπεπνίγοντο. πλήθους τοίνυν πολλοῦ κατὰ ταύτην τὴν λίμνην ἀνῃρημένου, τῶν τε παίδων τοῦ Χαγάνου ἀποπνιγέντων αὐτόθι, περιφανεστάτην ὁ Πρίσκος τὴν νίκην ἐνεπορεύσατο. καταφθείρονται τοίνυν περὶ τοῦτον τὸν πόλεμον πεντεκαίδεκα χιλιάδες βαρ8.3.8