1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

88

προσέμιξεν. ἀπάρας τε ἐντεῦθεν καὶ πρὸς τῷ νεῷ ᾿Αλεξάνδρου τοῦ μάρτυρος γεγονὼς ἐδίδου τοῦτον τῷ παμφάγῳ πυρὶ παρανάλωμα, τρία τε σημεῖα μεταβὰς τοῖς ἐπὶ κατασκοπῇ παρὰ τοῦ ῾Ρωμαίων στρατηγοῦ παραπεμφθεῖσι συνετύγχανεν. 6.5.3 ὁ μὲν οὖν βάρβαρος αἰκισμοῖς διηρευνᾶτο τίς ἂν εἴη ὁ τῶν ἑαλωκότων σκοπός, τήν τε αἰτίαν τῆς πορείας αὐτοῖς ἐρεβοδιφούμενος ἤσχαλλεν οὐκ ἔχων μαθεῖν τὸ τῆς ἀληθείας ἀκίβδηλον· 6.5.4 νόθοις γὰρ αὐτὸν ἐξεκρούσαντο λόγοις. πέμπτης δὲ παρῳχηκυίας ἡμέρας πρὸς τὰ ∆ριζίπερα μετοχετεύει τὸν χάρακα τήν τε πόλιν ἐνεχείρει πως παραστήσασθαι. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐς τὸ καρτερὸν παρετάττοντο, τὰς ἑλεπόλεις ἑβδόμῃ ἡμέρᾳ ὁ 6.5.5 βάρβαρος ἐτεκταίνετο. θρύλου γοῦν ἐξαισίου προσπεσόντος τῇ πόλει, ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γινομένων αὐτοῖς, εἰς ἐπίπλαστον θράσος ἐφοίτησαν· τὰς γὰρ πύλας ἀναπετάσαντες τοῦ πολίσματος ἠπείλουν τοῦ ἕρκους καταφρονεῖν ἰσοστάσιόν τε πρὸς τοὺς βαρβάρους ἀναλαμβάνειν 6.5.6 τὸν πόλεμον. οἱ μὲν οὖν μέχρι φωνῆς καὶ τοῦ σχήματος τὴν παράταξιν ποιησάμενοι, ὑπὸ τῆς δειλίας καταπληττόμενοι οὐκ ἐξεχώρουν τοῦ ἄστεος· θείᾳ δὲ φροντίδι τινὶ ἀπείργετο 6.5.7 τὸ βάρβαρον ἐπιτίθεσθαι. ἔδοξε γὰρ ἡμέρας μεσούσης ὁρᾶν ῾Ρωμαϊκὰς ἀπείρους συμφράττεσθαι φάλαγγας ἀποχωρεῖν τε τοῦ ἄστεος καὶ ἀνὰ τὸ πεδίον ἐπείγεσθαι ὀργώσας πολεμεῖν καὶ θανατᾶν πρὸς παράταξιν. ἀσπάζεται τοίνυν αὐτοσχέδιον ὁ Χαγάνος ἀπόδρασιν. καὶ δόκησις ἦν τὸ ἀντίμαχον, μορμολυ6.5.8 κεῖον ὄψεως καὶ διανοίας κατάπληξις. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος ἐπὶ τὴν Πείρινθον γίγνεται· ῾Ηράκλειαν δὲ ταύτην ῾Ρωμαῖοι προσαγορεύουσιν. ἐπεὶ δὲ Πρίσκος ἐξαπιναίως εἶδε τὸ βάρβαρον, τῇ ἐπιβολῇ ἀναβολὴν οὐ παρείχετο. 6.5. συμπλακεὶς τοιγαροῦν τοῖς ἀνὰ τὸν Χαγάνον πρὸς πόλεμον αὐθωρὸν τοῖς πολεμίοις τὰ νῶτα ὑπέδειξεν, τῇ ἀφθονίᾳ τῆς ἀντιθέτου δυνάμεως φέρειν οὐκ ἔχων τῆς μάχης τὴν ἔνστασιν. ἀτὰρ εἰς ∆ιδυμότειχον ἅμα τῷ πεζικῷ ὁ τῶν ῾Ρωμαίων στρα6.5.10 τηγὸς ὑπεχώρησεν. μετὰ τοῦτο εἰς Τζουρουλλὸν ἀφικόμενος ἀσυλίαν ταῖς δυνάμεσι τὴν πόλιν περιεβάλετο. τὸ δὲ βάρβαρον τὸ ἄστυ περικαθήμενον γεννικῶς ἐπολιόρκει τὸν Πρίσκον. 6.5.11 τούτων γοῦν ὁ αὐτοκράτωρ ἀκηκοὼς ἠδημόνει τε καὶ ἐδεδίει τὴν ἔκβασιν, καὶ μέγιστον τάραχον ἔσπασε τῇ ἀγγελίᾳ τοῦ συγκυρήσαντος. τετάρτη δὲ ἡμέρα, καὶ ἀγχινοίας ἀκόλουθον 6.5.12 βουλὴν προηνέγκατο· τῶν γὰρ σωματοφυλάκων τινὰ μετάκλητον ποιησάμενος ἑκοντὶ ἁλῶναι αὐτὸν ὑπὸ τῶν βαρβάρων ἐκέλευε φάσκειν τε αὐτοκρατορικὰς ὡς τὸν Πρίσκον ἐπιστολὰς ἐπιφέρεσθαι, ὅπως οἱ βάρβαροι καθά πού τι ἕρμαιον ταύτας ἀναλεξάμενοι τῆς τῶν ἐγγεγραμμένων δυνάμεως αὐτήκοοι γένοιντο κἀντεῦθεν ἐκδειματούμενοι τὴν πρὸς τὰ οἴκοι ἀνάζευξιν φενακισθέντες ποιήσωνται. τοιαῦτα δὲ ἄρα ἐνεκεχάρακτο γράμματα. 6.5.13 "Πρίσκῳ τῷ ἐνδοξοτάτῳ στρατηγῷ τῆς περὶ τὴν Θρᾴκην ἑκατέρας δυνάμεως. ἡ τῶν ἀλιτηρίων βαρβάρων ἐγχείρησις θρῦλον τὸ παράπαν οὐκ ἐνεποίησε τῇ ἡμῶν εὐσεβείᾳ· τοὐναντίον μὲν οὖν καὶ ἐπιμελεστέρους πρὸς τὴν τούτων ἀπώλειαν 6.5.14 ἀπειργάσατο. καὶ τοῦτο γινωσκέτω ἡ σὴ ἐνδοξότης, ὅτι ἀπαισίως μετ' αἰσχύνης καὶ πολλοὺς ἀποβαλόμενος ἔχει ὁ Χαγάνος ἀποχωρῆσαι εἰς τὴν ὑπὸ ῾Ρωμαίων αὐτῷ ἀφιερω-θεῖσαν χώραν. διὰ τοῦτο ἅμα τῷ εὐτυχεστάτῳ στρατῷ καρτερήσει ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλλῷ τῇ πόλει καὶ δόξει 6.5.15 περιρρεμβεῖν τοὺς ἐπικαταράτους ᾿Αβάρους. ἐπέμψαμεν γὰρ 6.5.15 διὰ θαλάσσης πλοῖα καὶ στρατόν, ἵνα ἀνέλθωσιν εἰς τὰς φαμιλίας αὐτῶν καὶ πάσας αἰχμαλωτεύσωσιν, καὶ ἐντεῦθεν ἀναγκασθῇ μετὰ αἰσχύνης καὶ μεγάλης ζημίας ὁ ἐπικατάρατος τῶν ᾿Αβάρων ἡγούμενος εἰς τὴν ἑαυτοῦ γῆν ὑποστρέψαι ἀπὸ τῆς καθ' ἡμᾶς πολιτείας." 6.5.16 ῾Ο μὲν οὖν ἐπίπλαστος ἄγγελος τὸ προστεταγμένον πέρατι παρεδίδου. ἑβδόμη ἡμέρα, καὶ ὑπὸ τῶν βαρβάρων ἁλοὺς τὰς βασιλείους δέλτους παρεδίδου ἑκών· ὁ δὲ Χαγάνος τὰ ἐμφερόμενα ἐν αὐταῖς ὑπὸ ἑρμηνέως τῇ πατρίῳ