1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

96

δημοσιεῦσαι πληθύϊ. οἱ μὲν οὖν ῾Ρωμαῖοι ἐκκλησίαν ποιήσαντες ἐς Μαυρίκιον ἐβλασφήμουν, ὁ δὲ πολέμαρχος συνέσει καὶ πειθοῖ τὴν τῶν στρατοπέδων κατευνάσας ὀργὴν τὰς ἱλαρωτέρας τῶν τοῦ βασιλέως ἐπιστολῶν τοῖς ἐνόπλοις 7.1.7 ἐστηλίτευσε δήμοις. ἦν δὲ τὰ φιλοτίμως ἐν αὐταῖς περιεχόμενα τάδε, τοὺς ἀριστεύοντας τῶν ῾Ρωμαίων καὶ ἐκ τῆς τῶν κινδύνων μεγαλοψυχίας περιπεπτωκότας τισὶ συμφοραῖς ἔχειν ἀπὸ τοῦ λοιποῦ τὴν ἀνάπαυλαν, τούτους δὲ ἐν ταῖς πόλεσιν ἀπομάχους πεφυκότας σιτίζεσθαι δαπάναις βασιλικαῖς, τοὺς δὲ παῖδας τῶν στρατευσαμένων καὶ ἐν πολέμοις ἀποβαλόντας τοὺς φύσαντας ἀντὶ τῶν τεκόντων ἐγγράφεσθαι πρὸς τὸν 7.1.8 πόλεμον. ταῦτα τοιγαροῦν ἐπὶ βημάτων τινῶν ὑψηλῶν τὸ ὁπλιτικὸν ἐκκλησιάσας ἐπέστρεφε πιθανῶς τε κατεδούλου. ἔνθεν καὶ μεταβολὴν τὰ τῆς ἀνίας ἐλάμβανεν, καὶ πρὸς τὴν ἐς Μαυρίκιον εὔνοιαν τὸν αὐτοκράτορα ἅπας ἐτέτραπτο. 7.1. τοιγαροῦν κατευφημεῖτο ὁ Καῖσαρ τῶν πρὸ μικροῦ ἀπολελυμένος διαβολῶν· τὸ γὰρ πλῆθος ἀβέβαιον ὂν σταθμῶν οὐδαμῶς ἐπιβέβηκεν, ταῖς ἐκ τοῦ παρήκοντος ἐκφοραῖς μεταμορφούμενον εἰκῇ καὶ ὡς ἔτυχεν. 7.2.1 οὕτω μὲν οὖν ὁ στρατηγὸς ἐπὶ τοῖς λυπηροῖς πρὸς τὸ στρατόπεδον διελύσατο· τετάρτη δὲ ἡμέρα, καὶ τῷ αὐτοκράτορι τὰ περὶ τῆς στάσεως τῶν δυνάμεων κατεμήνυεν, ἀπολιπών τε τὴν ᾿Οδησσὸν ἐπὶ τὰ εὐώνυμα τῶν χώρων μεταφοιτᾷ, τῇ τε Μαρκιανοῦ συγγενόμενος πόλει χιλίους προθέειν τοῦ στρατοπέδου προσέταξεν. καὶ οὖν ἐντυγχάνουσιν οὗτοι ἑξακοσίοις Σκλαυηνοῖς λείαν 7.2.2 ἐπαγομένοις ῾Ρωμαίων πολλήν· τὰ γὰρ Ζαλδαπὰ καὶ ῎Ακυς καὶ Σκόπις καταπρονομεύσαντες αὖθις ἐλαφυραγώγουν τοὺς ἀτυχήσαντας, ἦν δὲ αὐτοῖς ἐπὶ πλήθους πολλοῦ ἁμαξῶν ἡ 7.2.3 ἀποσκευὴ τῶν λαφύρων. ὡς δὲ ἐπιόντας ἔβλεψαν τοὺς ῾Ρωμαίους οἱ βάρβαροι, εἶτα καὶ ἀντεβλέφθησαν, ἐπὶ τὸν φόνον τῶν αἰχμαλώτων ἐτράποντο. ἀναιρεῖται τοίνυν ἡ τῶν ἀρρένων 7.2.4 αἰχμαλώτων ἡβηδὸν ἡλικία. ἐπεὶ δὲ δύσφευκτος τοῖς βαρβάροις ὑπῆν ἡ συνάντησις, τὰς ἁμάξας συνθέντες περιεβάλοντο χάρακα, ἅμα τοῖς μειρακίοις τὰ γύναια εἰς τὸ μεσαί7.2.5 τατον τῆς τάφρου ἐναποθέμενοι. οἱ δὲ ῾Ρωμαῖοι πεπλησιακότες τοῖς Γέταις (τοῦτο γὰρ τοῖς βαρβάροις τὸ πρεσβύτερον ὄνομα) οὐκ ἐθάρρουν εἰς χεῖρας ἐλθεῖν· ἐδεδίεσαν γὰρ τὰ ἐκ τοῦ χάρακος κατὰ τῶν ἵππων ὑπὸ τῶν βαρβάρων ἀκόντια προερχό7.2.6 μενα. ὁ τοίνυν τούτων ἐπιστατῶν (᾿Αλέξανδρος ὄνομα αὐτῷ) τῇ πατρίῳ τῶν ῾Ρωμαίων φωνῇ τοῖς ῾Ρωμαίοις ἐνεκελεύετο ἀποβῆναι τῶν ἵππων καὶ κατασυστάδην τῶν πολεμικῶν 7.2.7 κινδύνων ἐφάπτεσθαι. ἀτὰρ οἱ ῾Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσομιλοῦσι τῷ χάρακι ἐδίδοσάν τε καὶ ἀντελάμβανον 7.2.8 τὰς ἐκπομπὰς τῶν βελῶν. τῆς μάχης τοιγαροῦν διαρκούσης ἑκατέρᾳ δυνάμει, ῾Ρωμαῖός τις εἰσεπήδησε καὶ ἀνεὶς ἐπὶ μιᾶς ἐπιβαίνει ἁμάξης συνηνωμένης τῷ χάρακι καὶ περιφρουρούσης τὸ βάρβαρον, εἶτα στὰς ἐπὶ ταύτης τῷ ξίφει τοὺς πλησιά7.2. ζοντας ἔπαιεν. γίνεται τοίνυν τοῖς βαρβάροις ἀμεθόδευτον τὸ κακόν· λύουσι γὰρ ἐντεῦθεν οἱ ῾Ρωμαῖοι τῶν βαρβάρων τὸν χάρακα. οἱ δὲ βάρβαροι ἀπειρηκότες τοῦ σώζεσθαι τὴν ἐπίλοιπον τῆς αἰχμαλωσίας μοῖραν ἀπέσφαττον. οἱ δὲ ῾Ρωμαῖοι ἐγκρατῶς ἐπιθέμενοι ὀψέ που καὶ μόλις τοὺς περὶ τὸν 7.2.10 χάρακα βαρβάρους ἀπέκτειναν. δευτέρα δὲ ἡμέρα, καὶ οἱ νενικηκότες τῷ στρατηγῷ τὰ συγκυρήσαντα διεξῄεσαν. πεμπταῖος δὲ ὁ στρατηγὸς κατὰ τοῦτον τὸν χῶρον γενόμενος καὶ δὴ τὰ ἐπίχειρα τῶν προθεόντων ἰδὼν ἠμείψατο τοὺς 7.2.11 ἀνδραγαθήσαντας δώροις. τῇ δὲ ὑστεραίᾳ κυνηγετεῖν ὁ Πέτρος πειρώμενος γίνεται πρὸς ἄλσος βαθύ. συὸς τοίνυν μεγίστου ἐν τούτῳ τῷ τέμπει κατεμφωλεύοντος, καὶ τῆς ὑλακῆς τῶν κυνῶν γενομένης μεγάλης, τὸ θηρίον τοῦ ἑδράσματος ἐξανίστα7.2.12 ται καὶ κατὰ τοῦ Πέτρου χωρεῖ. ὁ δὲ στρατηγὸς πρὸς φυγὴν ἀναστρέψας τὸν ἵππον τὸν εὐώνυμον πόδα ἐξέθλιψεν, δένδρῳ ὑψιτενεῖ προσραγείς. ὀδύναις τοιγαροῦν ὁ Πέτρος ἀφορήτοις σφακελιζόμενος ἐνδιατρίβει τῷ χώρῳ, ἐπὶ