1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

11

Καισάρων ἐποχεῖσθαι καθέδρας. τὸ δ' ὅπως Μενάνδρῳ τῷ περιφανεῖ σαφῶς διηγόρευται· περὶ ὧν οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς ἐκείνοις λόγοις ἐπεξελθεῖν, αὖθις δ' ἀριζήλως εἰρημένα μυθολογεύειν καὶ 1.3.6 ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. ἐπεὶ δὲ ἐν χερσὶ τὸ ἄστυ ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν 1.3.7 ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι ῾Ρωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου 1.3.8 τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδίσατο γὰρ ῾Ρωμαίων ὁ παρὰ τοῖς Οὔννοις Χαγάνος οὕτω λεγόμενος. φήμη δέ τις ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο, ὡς ζῶα τρέφεται παρὰ ῾Ρωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐξῄτησε βασιλέα εἰς θέαν τούτων ἐλθεῖν. 1.3. καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον. 1.3.10 ὁπηνίκα δ' εἶδεν τὸ ᾿Ινδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα, παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην. 1.3.11 ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον 1.3.12 ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος 1.3.12 πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτοκράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονικώ1.3.13 τερον κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ ῾Ρωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτοκράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς αὔραις φέρειν ἐδίδου, 1.4.1 ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζε καὶ τὴν Σιγγηδόνα τὴν πόλιν ἐξαπιναίως ἄφρακτον οὖσαν ἐλάμβανε πολεμικῶν τε ὀργάνων χηρεύουσαν διὰ τὸ ἐκ τῆς εἰρήνης ῥαθυμίαν πολλὴν ὑπερεκχεῖσθαι τῆς Θρᾴκης· ἀφύλακτον γὰρ εἰρήνη 1.4.2 καὶ προμηθείας οὐκ ἀνεχόμενον. τῶν τε τοῦ ἄστεος τοῖς πλείστοις συμπαρομαρτεῖ ἐν τοῖς ἀγροῖς αὐλιζομένοις, τῆς ἅλω τοῦτο κατεπειγούσης ποιεῖν· θέρους γὰρ ὥρα ὑπῆν, 1.4.3 καὶ ὅσον ἀποζῆν ἐθησαυρίζοντο. ἀκονιτὶ δὲ τὴν πόλιν οὐχ εἷλεν ὁ βάρβαρος· μεγίστη γὰρ συμπλοκὴν ἀνὰ τὰς πύλας συνεπεπτώκει τοῦ ἄστεος, πολλούς τε τῶν ᾿Αβάρων διαφθαρῆναι συνέτυχεν, Καδμείαν τε, τὸ τοῦ λόγου, ἀποφέρεσθαι νίκην· πολλάς τε καὶ ἑτέρας ἀστυγείτονας πόλεις ληΐζεται. ταύτας δὲ ῥᾷστα καὶ πόνων ἐκτός· ἀόρατον γὰρ ἦν τὸ κακὸν 1.4.4 καὶ ταῖς ἐλπίσιν ἀκαραδόκητον. ἀνελών τε Αὐγούστας καὶ τὸ Βιμινάκιον (πόλεις δ' αὗται λαμπραὶ ὑπὸ τὸ ᾿Ιλλυρικὸν φορολογούμεναι) παραυτίκα στρατοπεδεύεται καὶ τὴν ᾿Αγχίαλον 1.4.5 περιτέμνεται, τάς τε περιοικίδας κώμας ἐδῄωσεν· τὸν δὲ τῶν θερμῶν ὑδάτων οἶκον οὐκ ἀναστῆσαι φασίν. λόγος δέ τις ὡς ἡμᾶς ἐξεφοίτησεν, ἐνθάδε τὰ τοῦ Χαγάνου ἀπορρύψασθαι γύναια καὶ μισθὸν τῆς ἀπολαύσεως ἐκεῖνον αἰτεῖν μὴ καταρριπτεῖν τὰ τῶν ὑδάτων οἰκοδομήματα. λέγεται δὲ τὰ ὑδάτια ταῦτα τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγείαν τούτοις συμμαχεῖν. 1.4.6 τριῶν δ' ἐπιγενομένων μηνῶν πρεσβεύονται ῾Ρωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, ᾿Ελπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον, τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα βημάτων· ἀρχὴ δέ τις αὕτη παρὰ ῾Ρωμαίοις οὐκ ἄκομψος. 1.4.7 ξυνωρικεύουσι δ'