1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

63

ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ὡς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμμένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν ῾Ιερὰν πόλιν τοῖς ταχυδρο4.10.10 μοῦσιν ἄγγελον παρεδίδου ἥξοντα ἐς βασιλέα. ὁ δ' αὐτοκράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο διηρευ4.10.11 νᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτρισώμεθα. 4.11.1 "Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βασιλεῖ τῶν ῾Ρωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικου4.11.2 μένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τοῦτ' ἔστι τῇ δυνατωτάτῃ τῶν ῾Ρωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις 4.11.3 τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζονται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις 4.11.4 ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς συντεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ δικαιοσύ4.11.5 νης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς 4.11.6 ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ δυνά4.11.7 μεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέστατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ' ὑμῶν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ 4.11.8 πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλουσαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ τρόπαια οἰκουμενικὰ ἐν τῇ ῾Ρωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτιστὰς καὶ σωτῆρας καὶ ἰατροὺς 4.11. τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας ὁπλί4.11.10 ζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περσικῆς πολιτείας προσήκει παρ' ὑμῶν κυβερνᾶσθαι· λαμπροτέραν γὰρ ἐντεῦθεν οἱ ῾Ρωμαῖοι τὴν εὔκλειαν δι' ὑμῶν ἀπο4.11.11 λήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασιλείαν διαφυλάξωσιν." 4.12.1 ᾿Εν ὅσῳ δὲ τὰ τῆς πρεσβείας κατεξητάζετο παρὰ τὸν Καίσαρα,