1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

36

Ματζάρων (φρούριον δὲ καὶ τοῦτο) τῷ χρόνῳ γεγηρακὸς διωρθώσαντο. οὐκ ἄπο δὲ τοῦτο τοῦ Βεϊουδαὲς ἐτύγχανεν ὄν. ἐν ὅσῳ δὲ περὶ τὴν οἰκοδομίαν ὁ Θεόδωρος ἐνησχολεῖτο, ἧκον παρ' αὐὸν γεωργοὶ παραθήγοντες τὸ Βεϊουδαὲς παραστήσασθαι, μὴ ἀποχρῶσαν ὑπεῖναι φρουρὰν ἐν αὐτῷ παρα2.18.8 δηλώσαντες. οἱ δὲ περὶ Θεόδωρον καὶ ᾿Ανδρέαν παραχρῆμα ἐπιθέσθαι τὴν πρᾶξιν τοῖς λόγοις διενοήθησαν καὶ διανυκτε2.18. ρεύσαντες συντόνῳ τῇ ὁδοιπορίᾳ ἐκέχρηντο. ἐπιθέσθαι δὲ νυκτὸς τῷ Βεϊουδαὲς τούτοις ἐδέδοκτο. καὶ μὴ ἐξισχύσαντες τῆς ἑαυτῶν ἐφικέσθαι βουλήσεως περὶ τοὺς ἑωθινοὺς τῶν ὀρνίθων κελάδους τῷ φρουρίῳ ἐπέστησαν. καὶ οἱ ἐπιχώριοι τὴν ῾Ρωμαϊκὴν προεγνώρισαν ἔφοδον καὶ ἀδεεῖς ἦσαν διὰ τὸ τῶν τόπων δυσάλωτον. εἶτα ἀναθαρρήσαντες τῇ πέτρᾳ προκύπτουσι καὶ τῶν ἀποπομπαίων βελῶν προκατήρχοντο. 2.18.10 εἴσοδος δὲ τῷ φρουρίῳ μία οὖσα ἐτύγχανε καὶ δυσπρόσιτος ἦν πολεμίᾳ χειρί· ἑνὶ γὰρ πύργῳ τὰ τῆς εἰσαγωγῆς ἐπεπίστευτο προβεβλημένῳ τοῦ ἐχυρώματος, ὥσπερ ἀδαμαντίνοις περικειμένῳ λίθοις τισίν, ἢ εἴ τι τούτων τὴν φύσιν ἐστὶ 2.18.11 στεγανώτερον. οἱ οὖν ῾Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσαράττουσι τῇ πέτρᾳ, καὶ ταῖς ἀπὸ τόξων φοραῖς ἐτελεῖτο τὰ τῆς ἀγωνίας προαύλια. τοῖς δ' ἐν τῷ φρουρίῳ ποτὲ μὲν λίθοι ἀμυντήρια ἦν, ἄλλοτε καταπέλται, καὶ ὥσπερ ἐξ ἀπόπτου τινὸς ἢ μεγίστης περιωπῆς τὰς καταβολὰς ἐπεποίηντο, οἷα 2.18.12 ξενηλατοῦντες διὰ τῶν ὑψηλῶν τὸ πολέμιον. ἀσχολούσης δὲ τῆς ῾Ρωμαίων δυνάμεως, τολμητίαι τινὲς τοῦ ῾Ρωμαϊκοῦ συμ-φραξάμενοι ταῖς ἀσπίσιν, κατ' ὀλίγον καὶ βάδην ἰόντες τὸ πᾶν τῆς ἀριστείας ἀναθέντες τῷ θράσει προηγοῦντο τῶν ἑπομένων καὶ τῶν ἐκ τῆς πέτρας καταβολῶν οὐ φροντίζοντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ διωθοῦσι τῆς πέτρας τὸ βάρβα2.18.13 ρον. οἱ δὲ πολιορκούμενοι τὴν σύμμαχον καταλείψαντες πέτραν, εἰσδύντες εἰς τὸ φρούριον παρέδοσαν τοῖς πολεμίοις τὴν εἴσοδον. οἱ δὲ ῾Ρωμαῖοι τῶν τῆς πέτρας ὀχυρωμάτων 2.18.14 κρατήσαντες λίαν ἰσχυρῶς τὸ φρούριον περικάθηνται. οἱ δ' ἐπὶ τῶν ἐπάλξεων ἑστῶτες ἀποσοβεῖν οὐχ οἷοί τε ἦσαν τὸ ἀντίπαλον τὸ ἄπειρον τῶν βελῶν ὑπομένειν οὐκ ἔχοντες, ἀλλ' ἀθρόον ἐπιφαινόμενοι παραυτίκα ἀντὶ τῶν προσώπων 2.18.15 τὰ νῶτα ἐδείκνυον. Σάπειρ δέ τις ἀνήρ, τὸ μὲν σῶμα ὡς ὁ παρὰ τῷ ῾Ομήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως (῾Ηρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος· οὐ γὰρ ἀποκνέω τῷ μεγέθει τῆς ἀρετῆς τὸν ῾Ηρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα), σκόλοπας ὀξεῖς ἐπιφερόμενος 2.18.16 ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομήματος (ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον), ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις ὥσπερ ἐγκεντρίσας σκόλοπα, τὸν λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ 2.18.17 εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν τῶν προβεβλημένων τοῦ ἐχυρώματος ἐκεῖνον 2.18.18 αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, "κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμόν τε καὶ ὤμους", ῾Ομηρικῷ τῳ συμπτώματι. ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ τραυματίαν διεσώζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν 2.18.1 ἀκοντίων σιδήρια μικρὸν κομιδῇ. ὁ δὲ καρτερικῶς αὖθις ἐπ' ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορεν, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλὼν οἷα πολύπους ἀφύκτους πλεκτάνας 2.18. τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ' ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς