1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

44

περιβαλόμενος πανστρατιᾷ συναθροισάμενος ξύλλογον ὑπὸ τῆς πληθύος ἠξίου διδάσκεσθαι τὸ συνοῖσον αὐτοῖς πρὸς τὸν πόλεμον. τῶν δὲ συγχωρεῖν διανήξασθαι εἰσηγησαμένων τῷ στρατηγῷ τὸ πολέμιον, τῇ ὑστεραίᾳ ὁ λόγος πρὸς πρᾶξιν 3.7.16 ἐχώρησεν. οὐ μετὰ πολὺ δὲ πρὸς ἔκταξιν ἑκατέρα παρεσκεύαστο δύναμις. τοῦ δὲ Βαρὰμ ἀποπειραθέντος κλέψαι τὸν πόλεμον, ἀντεστράτευεν ὁ ῾Ρωμανὸς τοῖς σοφίσμασι τὴν 3.7.17 ἀγχίνοιαν. ἡμέρα δὲ πέμπτη, καὶ ῾Ρωμαῖοι καὶ Μῆδοι πρὸς παράταξιν καθωπλίζοντο καὶ τρισσοῖς συντάγμασι διεκόσμουν τὸν πόλεμον. τὸ μὲν οὖν μεσαίτατον κέρας τῆς βαρβάρου δυνάμεως ἐταπεινοῦτο ὑπὸ τῆς ἀντιθέτου παρασκευῆς. δεδιὼς τοιγαροῦν ὁ Βαρὰμ τὴν ἐπιφορὰν τῆς ὁλκῆς τῶν ῾Ρωμαίων 3.7.18 ἐκ τοῦ εὐωνύμου κέρατος περιεβάλλετο δύναμιν. ἐντεῦθεν ἀσθενεστέρου τοῦ λαιοῦ γεγονότος συντάγματος ἐκ τῆς ἀντιστρατηγούσης δυνάμεως, καὶ φόνου πολλοῦ τοῖς Πέρσαις περικυμαίνοντος, καὶ ἐς μέγα κακοῦ τῶν πραγμάτων τῷ Βαρὰμ κεχωρηκότων, πανστρατιᾷ τε τῆς φυγῆς γενομένης τοῖς Πάρθοις, τῆς τε διώξεως μεγάλης καὶ ἐπισημοτάτης ὑπὸ τοῦ ῾Ρωμαϊκοῦ προελθούσης, συναπέσβη μετὰ τοῦ τύφου 3.7.1 τῷ Βαρὰμ καὶ ἡ τύχη. τοῖς μὲν οὖν τὰ τῆς ἀποδράσεως ἐκρατύνετο, τοῖς δὲ τὰ τοῦ θάρσους ὡς ἔπος εἰπεῖν ἐμηκύνετο. οἱ δὲ τῶν Περσῶν τεθνεῶτες λωποδυτούμενοι καὶ ταφῆς ἀμοιροῦντες τοῖς ἐντυγχάνουσι θηρίοις ἑστίασις ἦν αὐτοσχέδιος. 3.8.1 Ταῦτα διαγνοὺς ὁ ῾Ορμίσδας καὶ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησεν, γυναικείας ἐσθῆτας ἔπαθλα τῆς ἀδοξίας κληροδοτήσας αὐτῷ· ναὶ μὴν καὶ τῆς στρατηγίας ἀπεχειροτόνησε τοῦτο γράμμασι 3.8.2 βασιλικοῖς ψηφισάμενος. ἄρχεται δ' ἐντεῦθεν Μήδοις καὶ Μήδοις ὁ πόλεμος. ἀντευτελίζεται γὰρ ὑπὸ τοῦ στρατηγοῦ καὶ ῾Ορμίσδας, ὃν βασιλέα Περσῶν ἐγνώκει τὰ πράγματα. 3.8.3 τὰ δὲ τῆς ὕβρεως ἀντετυποῦτο τοῖς γράμμασιν, καὶ οὐ παῖς ἀλλὰ θυγάτηρ Χοσρόου ἐκεῖνος ῾Ορμίσδας αὐτὸς ἐπὶ ταῖς 3.8.4 ἀντιγραφαῖς προπηλακιζόμενος ἐνεγέγραπτο. πρό τινος δὲ τούτων βραχέος καιροῦ οἱ γειτνιῶντες πρὸς τῇ Περσίδι ᾿Αρμένιοι ὑποπεισθέντες ὑπό τινων ῾Ρωμαίων ἀνδρῶν ἀπο-στασίου ξυνωμοσίαν διέθεντο, καὶ πρὸς τὸ Μηδικὸν αὐτομολεῖν ἐνεχείρησαν δολοφονήσαντες τὸν ὑπὸ τοῦ αὐτοκράτορος ἡγεμόνα τῆς ᾿Αρμενίας γενόμενον, ᾿Ιωάννης ὄνομα αὐτῷ. 3.8.5 καὶ ἐν σάλῳ τῶν πραγμάτων τῆς ᾿Αρμενίας ἀποκλινάντων, ὁ αὐτοκράτωρ Μαυρίκιος ∆ομεντζίολον, ἄνδρα περιφανῆ φιλιώτατόν τε καὶ ἐς συγκλήτου βουλὴν ἐν τοῖς κορυφαιοτέροις 3.8.6 προλάμποντα, εἰς τὴν ᾿Αρμενίαν ἐκπέμπει. ὁ μὲν οὖν ἐγκοπὴν τῇ ἐπιβολῇ τῆς ἀποστασίας παρέχεται, τὸν δὲ τῆς τυραννίδος πατέρα (Συμβάτιος ὄνομα αὐτῷ) δέσμιον βασιλεῖ παρεστήσατο. τοῦ δὲ βασιλέως τεμένει διαιτητῶν τὴν βάσανον τῆς κατηγορίας εὐσεβέστερον ἐξαρτήσαντος, ἵνα μὴ τῷ ἀνεξετάστῳ τῶν ἐγκλημάτων ἀδίκῳ παρρησίᾳ τὰ τῆς ποινῆς πολιτεύσηται, καθομολογεῖται παρὰ τῶν αἰτίων τὰ πλημ3.8.7 μελήματα. καὶ δῆτα τῶν δεδικακότων προσενεγκαμένων ἀπόφασιν τιμωρίᾳ τε θηριοβλήτῳ φησάντων τοὺς τὰ τοιαῦτα δράσαντας ἐκποδὼν τῶν ἀνθρωπίνων γενέσθαι πραγμάτων, τοῦ τε θεάτρου πλησθέντος, καὶ μελλόντων εἶναι θηρίων βορὰ τῶν πεπραχότων τὰ πλημμελήματα, ταῖς εὐφημίαις 3.8.8 τῶν δήμων τὸ τοῦ βασιλέως προῆλθε φιλάνθρωπον. καὶ ὁ μὲν τῶν θηρίων διεκρίνετο καὶ τὴν παράδοξον σωτηρίαν καρπίζεται, οἱ δὲ θεαταὶ μεγαλαυχοῦσι τῶν ἀδοκήτων τοῦ βασιλέως οἰκτειρμῶν τὸ φιλάνθρωπον. 3.8. Τοῦ πάντα δὲ χρόνου καινίζοντός τε καὶ παραχαράττοντος καὶ διαμορφοῦντος καὶ ἄλλοτε ἄλλως πλάττοντος καὶ μετατρέποντος τῇ περιστροφῇ τῆς ἀεικινήτου δινήσεως, καὶ τῷ ἄξονι τῆς περιφορᾶς τῶν πραγμάτων τυραννοῦντος τὸ πάγιον, καὶ ἀεὶ πρὸς τὸ βέβαιον δυσαρεστοῦντός τε καὶ νοσηλευομένου, καὶ ὅποι στῆναι τῆς πλάνης οὐκ ἔχοντος, καὶ τῇ τῆς παλιρροίας ἀνωμάλῳ κινήσει τὸ ἀνίδρυτον κεκτημένου, συμβαίνει τὸ τηνικαῦτα