1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

104

μετάκλητον ποιησάμενος καὶ ῾Ρωμαϊκῇ τοῦτον περιφράξας δυνάμει τῇ Σιγγηδόνι βοηθεῖν 7.11.7 ἐγκελεύεται. ἀτὰρ ὁ Γούδουϊς ἐπὶ τὴν Σιγγηδόνα ναυτίλλεται· τὴν γὰρ Σιγγηδόνα δύο ποταμοὶ ἀγκαλίζονται, ὅ τε Σάος καὶ ∆ράος. ἐπεὶ δὲ οἱ περὶ τὴν Σιγγηδόνα βάρβαροι ῾Ρωμαϊκὰς δυνάμεις ναυπηγησαμένας κατεῖδον, τὰς ἁμάξας πρὸ 7.11.8 τοῦ ἄστεος συστησάμενοι χαρακοῦσι τὴν πόλιν. τὴν τοίνυν τῶν ῾Ρωμαίων ὁρμὴν μὴ ὑπομεμενηκότες οἱ βάρβαροι, ἅμα δὲ καὶ τὸν λαὸν τῆς πόλεως ὀρρωδήσαντες, εἰς φυγὴν ἀποκλίνουσιν. οὕτω μὲν οὖν ὁ Πρίσκος ἀτυχοῦντα λαὸν διεσώσατο. δευτέρᾳ δὲ ἡμέρᾳ περιβάλλουσι τείχη ῾Ρωμαῖοι τῇ 7.11. πόλει. ὁ δὲ Χαγάνος ἐπὶ τούτοις παρεδριμύττετο, τήν τε καρδίαν σφακελιζόμενος ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμπεν, ἐς τὸ φανερὸν τὰς σπονδὰς διαλύων. δεκάτη δὲ ἡμέρα, καὶ τὰς περὶ αὐτὸν δυνάμεις συναθροίσας ὁ βάρβαρος ἐπὶ τὸν ᾿Ιόνιον κόλπον στρατεύει τὴν σάλπιγγα. 7.12.1 περὶ τούτους τοὺς τόπους ἡ ∆ελματία χώρα καθέστηκεν. τοίνυν ἱκανοὺς χάρακας ὁ βάρβαρος ποιησάμενος εἰς τὰς λεγομένας Βόγκεις ἐχώρησεν, καὶ δὴ παραστησάμενος τὴν πόλιν τοῖς μηχανή7.12.2 μασι τεσσαράκοντα ἐξεπόρθησε φρούρια. ὁ δὲ στρατηγὸς τούτων διακηκοὼς τῶν δεινῶν δισχιλίοις μαχίμοις ὁπλίζει τὸν Γούδουϊν ἐπὶ κατασκοπῇ τε τῶν πραττομένων τοῦτον ἐξέπεμπεν. ὁ μὲν οὖν Γούδουϊς ἀναλαβὼν τοῦ ὁπλιτικοῦ 7.12.3 τοὺς λογάδας τῆς ὁδοιπορίας ἀπήρχετο. ἐκκλίνει τοιγαροῦν τὰς λεωφόρους ὁ Γούδουϊς καὶ διὰ δυσχωρίας ἀγνώστων τε ἀτραπῶν τὴν βάδισιν ἐπεποίητο, ἵνα μή που πολεμίας ὄψεως ἐπιφανείσης αὐτῷ ἐπισυρομένης πλήθη βαρβάρων εἰς τοὔσχατον κακὸν παραγένηται. καὶ οὖν γενόμενος τῶν βαρβάρων πλησίον ὁρᾷ ἐξ ἀπόπτου τινὸς περισκοπῆς πλήθη λαῶν 7.12.4 παροδεύοντα. ἀποστείλας τοίνυν πεζοὺς ἄνδρας τριάκοντα παρακελεύεται ἰχνηλατεῖν τὸ πολέμιον. καὶ γοῦν οἱ ῾Ρωμαῖοι διά τινων παρεκτετραμμένων ὁδῶν ἐποιοῦντο τὴν βάδισιν. ὑπὸ δευτέραν τοιγαροῦν φυλακὴν τῆς νυκτὸς ἐλλοχῶσιν ὡς 7.12.5 ἐν παραβύστῳ τινὶ τὸ βάρβαρον ἀνιχνεύοντες. ἐν ταῖς ὕλαις τοιγαροῦν ἀποκρυπτόμενοι, καὶ τῆς νυκτὸς ἐπὶ τὰ μέσα παροδευούσης σημεῖα, ψυχῆς ἀρετῇ ἐφίστανται τοῖς βαρβάροις 7.12.6 οἱ ῾Ρωμαῖοι καθεύδουσιν. ἀπὸ σημείων δὲ δύο περιτυχόντες ἀνδράσι τρισὶ κραιπαλῶσι καὶ λίαν πεφυκόσιν ἐξοίνοις, τούτους ζωγρήσαντες, ὡς οἷόν τε ἦν ἀνετάσαντες τὰς τῶν πολεμίων ἐπιβολὰς ἁπάσας διέγνωσαν. οἱ μὲν οὖν ῾Ρωμαῖοι δεσμοῖς περιβαλόντες αὐτοὺς τῷ Γούδουϊ ζῶντας ἐξέπεμψαν. 7.12.7 Γούδουϊς δὲ ὁ ταξίαρχος μεμαθηκὼς ὑπ' αὐτῶν δισχιλίοις ἀνδράσιν ὁπλίταις ἐπὶ φρουρᾷ τῆς λείας τὸν Χαγάνον συμφράξασθαι, ἥσθη ἐπὶ τῇ ἀγγελίᾳ· καὶ οὖν ἀποκρύπτεται ἔν 7.12.8 τινι φάραγγι. οἱ μὲν οὖν βάρβαροι λαμπούσης ἡμέρας τὴν προνομὴν διεσώζοντο, ὁ δὲ Γούδουϊς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως τε ἐπιθέμενος τῷ δόρατι πάντας διέφθορεν, ἀνασωσάμενός τε τὴν λείαν πρὸς τὸν Πρίσκον μεγαλοψύχῳ 7.12. φρονήματι διεκόμισεν. ὁ δὲ Χαγάνος ταῦτα δὴ τὰ τῆς ἀποτεύξεως μεμαθηκὼς ἀθυμίᾳ πολλῇ κατεβέβλητο. ἐπὶ μῆνας τοιγαροῦν ὀκτωκαίδεκα καὶ περαιτέρω ῾Ρωμαίοις τε καὶ βαρβάροις τοῖς ἀνὰ τὸν ῎Ιστρον αὐλιζομένοις οὐδὲν ἄξιον συγγραφῆς διαπέπρακται. 7.12.10 ῎Ετους δὲ ἐννεακαιδεκάτου ἐπιστάντος τῷ αὐτοκράτορι, ἡ τῶν μελλόντων προαναγόρευσις γίνεται, τά τε κοινὰ τοῦ κόσμου ἐξομολογοῦνται παθήματα· ἀνὴρ γάρ τις πρὸς τὸν τῇδε κόσμον διαλυσάμενος καὶ ἐν ἀσκήσει θεωρίας τῶν ἀπορρήτων μετειληφὼς ἐπί τε τὸν μονήρη βίον κατακλιθείς, σπάθην γυμνώσας ἀπὸ τοῦ λεγομένου Φόρου (τῶν ἐπισήμων δὲ οὗτος τόπος τῆς πόλεως) μέχρι τῶν προαυλίων τῶν ἀνακτόρων ξιφήρης διαδραμών, ἅμα τὸν αὐτοκράτορα τοῖς 7.12.11 παισὶν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευεν. ὥρα δὲ θέρους, καὶ λόγος ῾Ηρωδιανὸν Μαυρικίῳ τῷ αὐτοκράτορι ἐς τὸ φανερὸν προαναγγεῖλαι τὰ ἀποτεύγματα· ὁ δὲ ἀνὴρ <οὐκ> ἐκτὸς θείας ὀμφῆς κατισχυρίζετο τὰ τῆς προρρήσεως ἐπιφανῆναι αὐτῷ. 7.13.1 Καὶ γοῦν ἐν