1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

102

τοῦτο μὲν διὰ τὴν δαψίλειαν τῶν ἐν αὐτῷ φυομένων καρπῶν, τοῦτο δὲ καὶ διὰ τὸ θρεμμάτων καὶ νωτοφόρων ζώων εἶναι κατάκομον. νόμος δὲ Τούρκοις τῷ ἐπικρατεστέρῳ Χαγάνῳ 7.8.13 τοῦ Χρυσοῦ ὄρους παραχωρεῖν. δυσὶ δὲ μεγίστοις τισὶ τὰ 7.8.13 Τούρκων ἔθνη μεγαλαυχεῖ· φασὶ γὰρ ἄνωθεν αὐτοὺς καὶ ἐξ ἀρχῆς μηδέποτε λοιμῶν ἐπιδημίαν θεάσασθαι, τῶν τε σεισμῶν σπάνιν εἶναι κατ' ἐκείνην τὴν χώραν. τὴν δὲ Βακὰθ ὑπὸ τῶν Οὐννουγούρων πάλαι ποτὲ πολισθεῖσαν καταπεσεῖν τοῖς σεισμοῖς, τὴν δὲ Σουγδαηνὴν καὶ λοιμῶν καὶ σεισμῶν 7.8.14 ἔμπειρον πεφυκέναι. τιμῶσι τοιγαροῦν οἱ Τοῦρκοι λίαν ἐκτόπως τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ γεραίρουσιν, ὑμνοῦσι τὴν γῆν· προσκυνοῦσι δὲ μόνως καὶ θεὸν ὀνομάζουσι τὸν 7.8.15 πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν. τούτῳ θύουσιν ἵππους καὶ βόας καὶ πρόβατα, ἱερεῖς κεκτημένοι, οἳ καὶ τὴν τῶν 7.8.16 μελλόντων αὐτοῖς δοκοῦσιν ἐκτίθεσθαι προαγόρευσιν. κατ' αὐτὸν τὸν χρόνον οἱ Ταρνιὰχ καὶ οἱ Κοτζαγηροὶ (καὶ οὗτοι δὲ ἐκ τῶν Οὐὰρ καὶ Χουννὶ) ἀπὸ τῶν Τούρκων ἀποδιδράσκουσι καὶ πρὸς τὴν Εὐρώπην γενόμενοι τοῖς περὶ τὸν 7.8.17 Χαγάνον τῶν ᾿Αβάρων συνάπτονται. λέγεται δὲ καὶ τοὺς Ζαβενδὲρ ἐκ τοῦ γένους πεφυκέναι τῶν Οὐὰρ καὶ Χουννί. ἡ δὲ γεγονυῖα ἐπίθετος δύναμις τοῖς ᾿Αβάροις εἰς δέκα χιλιάδας ἠκρίβωτο. 7..1 ὁ μὲν οὖν τῶν Τούρκων Χαγάνος τὸν ἐμφύλιον καταλυσάμενος πόλεμον εὐδαιμόνως ἐχειραγώγει τὰ πράγματα, ποιεῖται δὲ καὶ συνθήκας πρὸς τοὺς Ταυγάστ, ὅπως βαθεῖαν πάντοθεν τὴν γαλήνην ἐμπορευόμενος ἀστα7..2 σίαστον τὴν ἀρχὴν καταστήσηται. ὁ δὲ τῆς Ταυγὰστ κλιματάρχης Ταϊσὰν ὀνομάζεται, ὅπερ υἱὸς θεοῦ ταῖς ῾Ελληνικαῖς φωναῖς ἐνσημαίνεται. ἡ δὲ ἀρχὴ τῆς Ταυγὰστ οὐ στασιάζεται· γένος γὰρ αὐτοῖς τὴν χειροτονίαν τοῦ ἡγεμόνος παρέχεται. τούτῳ δὲ τῷ ἔθνει θρησκεία ἀγάλματα, νόμοι δὲ δίκαιοι, 7..3 καὶ σωφροσύνης ἔμπλεος ὁ βίος αὐτοῖς. ἔθος δὲ τούτοις νόμον μιμούμενον, μηδέποτε κόσμῳ χρυσῷ καλλωπίζεσθαι ἄρρενας, καίτοι ἀφθονίας πολλῆς ἀργύρου τε καὶ χρυσοῦ κύριοι καθεστῶτες διὰ τὰς μεγάλας καὶ ἐπωφελεῖς ἐμπορίας. 7..4 ταύτην τὴν Ταυγὰστ ποταμὸς διορίζει. πάλαι τοίνυν ποτὲ δύο μεγίστοις ἔθνεσιν ὁ ποταμὸς ἐμεσίτευεν ἀντιθέτοις ἀλλήλοις· 7..5 ἐσθὴς δὲ τῷ μὲν ἑνὶ μέλαινα, τῷ δὲ ἑτέρῳ κοκκόβαφος. ἐν τοῖς χρόνοις τοίνυν τοῖς καθ' ἡμᾶς, Μαυρικίου τὰ ῾Ρωμαίων σκῆπτρα ἐπέχοντος, καὶ τὸ ἔθνος τῶν μελαινοφόρων τοῖς τὴν ἐρυθρὰν περιβεβλημένοις ἐσθῆτα διαπεραιωσάμενον τὸν ποταμὸν συνίστησι πόλεμον, εἶτα νενικηκὸς τῆς ὅλης 7..6 ἡγεμονίας γίνεται κύριον. ταύτην δὴ τὴν Ταυγὰστ οἱ βάρβαροι λέγουσι κτίσαι τὸν Μακεδόνα ᾿Αλέξανδρον, ὁπηνίκα τούς τε Βακτριανοὺς καὶ τὴν Σογδοανὴν ἐδουλώσατο δέκα 7..7 καὶ δύο καταφλέξας μυριάδας βαρβάρων. ἐν ταύτῃ τῇ πόλει τὰ τοῦ βασιλεύοντος γύναια ἐκ χρυσοῦ πεποιημένας ἔχουσι τὰς ἁρμαμάξας, ἑλκομένην ἑκάστην ὑπὸ βοϊδίου ἑνὸς κεκοσμημένου πολυτελῶς ἐκ χρυσοῦ καὶ λίθου μεγατιμίου· εἰσὶ 7..8 δὲ καὶ χαλινοὶ τοῖς βουσὶ χρυσοκόλλητοι. ὁ μὲν οὖν τὴν ἡγεμονίαν τῆς Ταυγὰστ ἀνειληφὼς ἑπτακοσίαις γυναιξὶ κατεπαννυχίζετο. τὰ δὲ γύναια τῶν περιφανεστέρων τῆς Ταυγὰστ ἀργυραῖς κέχρηνται ταῖς ἁρμαμάξαις. λόγος δὲ καὶ ἑτέραν τὸν ᾿Αλέξανδρον δείμασθαι πόλιν ἀπὸ σημείων ὀλίγων· 7.. Χουβδὰν ὀνομάζουσι ταύτην οἱ βάρβαροι. τεθνηκότα δὲ τὸν ἡγεμόνα ὑπὸ τῶν γυναίων πενθεῖσθαι διὰ παντὸς ξυρομένων μὲν τὰς κεφαλὰς καὶ μέλαιναν περιβαλλομένων ἐσθῆτα· καὶ νόμος αὐταῖς μηδέποτε τὸν τάφον ἀπολιπεῖν. ἡ δὲ Χουβδὰν δύο μεγάλοις διείληπται ποταμοῖς, αἱ δὲ τούτων ὄχθαι ταῖς 7..10 κυπαρίττοις ὡς ἔπος εἰπεῖν κατανεύονται. ἐλέφαντες δὲ τῷ ἔθνει πολλοί. τοῖς δὲ ᾿Ινδοῖς κατὰ τὰς ἐμπορίας συναναμίγνυνται· τούτους δέ φασι τοὺς περὶ τὰ βόρεια τετραμ7..11 μένους ᾿Ινδοὺς καὶ λευκοὺς πεφυκέναι. οἱ δὲ σκώληκες, ἐξ ὧν τὰ Σηρώων καθέστηκε νήματα, πάνυ παρὰ τῷ τοιούτῳ ἔθνει πολλοὶ ἐναλλὰξ καὶ ποικίλην τὴν χροιὰν κεκτημένοι, τήν τε περὶ τὰ τοιαῦτα ζῶα φιλοτεχνίαν